Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 7

7.1 τὰ μὲν οὖν ἀφοριζόμενα ἔθνη τῷ τε Ἴστρῳ καὶ τοῖς Ἰλλυρικοῖς ὄρεσι καὶ Θρᾳκίοις ταῦτʼ ἔστιν ὧν ἄξιον μνησθῆναι, κατέχοντα τὴν Ἀδριατικὴν παραλίαν πᾶσαν ἀπὸ τοῦ μυχοῦ ἀρξάμενα, καὶ τὴν τὰ ἀριστερὰ τοῦ Πόντου λεγομένην ἀπὸ Ἴστρου ποταμοῦ μέχρι Βυζαντίου. λοιπὰ δέ ἐστι τὰ νότια μέρη τῆς λεχθείσης ὀρεινῆς καὶ ἑξῆς τὰ ὑποπίπτοντα χωρία, ἐν οἷς ἐστιν ἥ τε Ἑλλὰς καὶ ἡ προσεχὴς βάρβαρος μέχρι τῶν ὀρῶν. Ἑκαταῖος μὲν οὖν ὁ Μιλήσιος περὶ τῆς Πελοποννήσου φησὶν διότι πρὸ τῶν Ἑλλήνων ᾤκησαν αὐτὴν βάρβαροι. σχεδὸν δέ τι καὶ ἡ σύμπασα Ἑλλὰς κατοικία βαρβάρων ὑπῆρξε τὸ παλαιόν, ἀπʼ αὐτῶν λογιζομένοις τῶν μνημονευομένων, Πέλοπος μὲν ἐκ τῆς Φρυγίας ἐπαγαγομένου λαοὺς εἰς τὴν ἀπʼ αὐτοῦ κληθεῖσαν Πελοπόννησον, Δαναοῦ δὲ ἐξ Αἰγύπτου, Δρυόπων τε καὶ Καυκώνων καὶ Πελασγῶν καὶ Λελέγων καὶ ἄλλων τοιούτων κατανειμαμένων τὰ ἐντὸς Ἰσθμοῦ καὶ τὰ ἐκτὸς δέ· τὴν μὲν γὰρ Ἀττικὴν οἱ μετὰ Εὐμόλπου Θρᾷκες ἔσχον, τῆς δὲ Φωκίδος τὴν Δαυλίδα Τηρεύς, τὴν δὲ Καδμείαν οἱ μετὰ Κάδμου Φοίνικες, αὐτὴν δὲ τὴν Βοιωτίαν Ἄονες καὶ Τέμμικες καὶ Ὕαντες·post Ὕαντες· ὡς δὲ Πίνδαρός φησιν. ἦν ὅτε σύας Βοιώτιον ἔθνος ἔννεπον. Pind. fr. Dith. 83 (Bergk) καὶ ἀπὸ τῶν ὀνομάτων δὲ ἐνίων τὸ βάρβαρον ἐμφαίνεται, Κέκροψ καὶ Κόδρος καὶ Ἄικλος καὶ Κόθος καὶ Δρύμας καὶ Κρίνακος. οἱ δὲ Θρᾷκες καὶ Ἰλλυριοὶ καὶ Ἠπειρῶται καὶ μέχρι νῦν ἐν πλευραῖς εἰσιν· ἔτι μέντοι μᾶλλον πρότερον ἢ νῦν, ὅπου γε καὶ τῆς ἐν τῷ παρόντι Ἑλλάδος ἀναντιλέκτως οὔσης τὴν πολλὴν οἱ βάρβαροι ἔχουσι, Μακεδονίαν μὲν Θρᾷκες καί τινα μέρη τῆς Θετταλίας, Ἀκαρνανίας δὲ καὶ Αἰτωλίας τὰ ἄνω Θεσπρωτοὶ καὶ Κασσωπαῖοι καὶ Ἀμφίλοχοι καὶ Μολοττοὶ καὶ Ἀθαμᾶνες, Ἠπειρωτικὰ ἔθνη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme