Book 7
7.10
ἐκλέλοιπε δέ πως καὶ τὸ μαντεῖον τὸ ἐν Δωδώνῃ, καθάπερ τἆλλα. ἔστι δʼ, ὥς φησιν Ἔφορος, Πελασγῶν ἵδρυμα· οἱ δὲ Πελασγοὶ τῶν περὶ τὴν Ἑλλάδα δυναστευσάντων ἀρχαιότατοι λέγονται· καὶ ὁ ποιητής φησιν οὕτω Ζεῦ ἄνα Δωδωναῖε, Πελασγικέ,Hom. Il. 16.233 ὁ δʼ Ἡσίοδος Δωδώνην φηγόν τε, Πελασγῶν ἕδρανον ᾖεν.Hes. Fr. 212 (Rzach) περὶ μὲν οὖν τῶν Πελασγῶν ἐν τοῖς Τυρρηνικοῖς εἴρηται, περὶ δὲ Δωδώνης τοὺς μὲν περιοικοῦντας τὸ ἱερὸν διότι βάρβαροι διασαφεῖ καὶ ὁ Ὅμηρος ἐκ τῆς διαίτης, ἀνιπτόποδας χαμαιεύνας λέγων· πότερον δὲ χρὴ λέγειν Ἑλλούς, ὡς Πίνδαρος, ἢ Σελλούς, ὡς ὑπονοοῦσι παρʼ Ὁμήρῳ κεῖσθαι, ἡ γραφὴ ἀμφίβολος οὖσα οὐκ ἐᾷ διισχυρίζεσθαι. Φιλόχορος δέ φησι καὶ τὸν περὶ Δωδώνην τόπον, ὥσπερ τὴν Εὔβοιαν, Ἑλλοπίαν κληθῆναι· καὶ γὰρ Ἡσίοδον οὕτω λέγειν ἔστι τις Ἑλλοπίη, πολυλήιος ἠδʼ ἐυλείμων· ἔνθα δὲ Δωδώνη τις ἐπʼ ἐσχατιῇ πεπόλισται.Hes. Fr. 134 (Rzach) οἴονται δέ, φησὶν ὁ Ἀπολλόδωρος, ἀπὸ τῶν ἑλῶν τῶν περὶ τὸ ἱερὸν οὕτω καλεῖσθαι· τὸν μέντοι ποιητὴν οὐχ οὕτω λέγειν Ἑλλοὺς ἀλλὰ Σελλοὺς ὑπολαμβάνει τοὺς περὶ τὸ ἱερόν, προσθεὶς ὅτι καὶ Σελλήεντα τινὰ ὀνομάζει ποταμόν. ὀνομάζει μὲν οὖν, ὅταν φῇ τηλόθεν ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος.Hom. Il. 2.659; 15.531 οὐ μέντοι, ὁ Σκήψιός φησι, τῆς ἐν Θεσπρωτοῖς Ἐφύρας, ἀλλὰ τῆς ἐν τοῖς Ἠλείοις· ἐκεῖ γὰρ εἶναι τὸν Σελλήεντα, ἐν δὲ Θεσπρωτοῖς οὐδένα, οὐδʼ ἐν Μολοττοῖς. τὰ δὲ μυθευόμενα περὶ τῆς δρυὸς καὶ τῶν πελειῶν καὶ εἴ τινα ἄλλα τοιαῦτα, καθάπερ καὶ τὰ περὶ Δελφῶν, τὰ μὲν ποιητικωτέρας ἐστὶ διατριβῆς τὰ δʼ οἰκεῖα τῆς νῦν περιοδείας.