Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 7

fragments.58 ὅτι Ἑλλήσποντος οὐχ ὁμολογεῖται παρὰ πᾶσιν ὁ αὐτός, ἀλλὰ δόξαι περὶ αὐτοῦ λέγονται πλείους. οἱ μὲν γὰρ ὅλην τὴν Προποντίδα καλοῦσιν Ἑλλήσποντον, οἱ δὲ μέρος τῆς Προποντίδος τὸ ἐντὸς Περίνθου· οἱ δὲ προσλαμβάνουσι καὶ τῆς ἔξω θαλάσσης τῆς πρὸς τὸ Αἰγαῖον πέλαγος καὶ τὸν Μέλανα κόλπον ἀνεῳγμένης, καὶ οὗτοι ἄλλος ἄλλα ἀποτεμνόμενος· οἱ μὲν τὸ ἀπὸ Σιγείου ἐπὶ Λάμψακον καὶ Κύζικον ἢ Πάριον ἢ Πρίαπον, ὁ δὲ προσλαμβάνων καὶ τὸ ἀπὸ Σιγρίου τῆς Λεσβίας. οὐκ ὀκνοῦσι δέ τινες καὶ τὸ μέχρι τοῦ Μυρτῴου πελάγους ἅπαν καλεῖν Ἑλλήσποντον, εἴπερ, ὥς φησιν ἐν τοῖς ὕμνοις Πίνδαρος, οἱ μεθʼ Ἡρακλέους ἐκ Τροίας πλέοντες διὰ παρθένιον Ἕλλας πορθμόν, ἐπεὶ τῷ Μυρτῴῳ συνῆψαν, εἰς Κῶν ἐπαλινδρόμησαν ζεφύρου ἀντιπνεύσαντος. οὕτω δὲ καὶ τὸ Αἰγαῖον πέλαγος μέχρι τοῦ Θερμαίου κόλπου καὶ τῆς κατὰ Θετταλίαν καὶ Μακεδονίαν θαλάσσης ἅπαν ἀξιοῦσιν Ἑλλήσποντον προσαγορεύειν δεῖν, μάρτυρα καὶ Ὅμηρον καλοῦντες. φησὶ γάρ ὄψεαι, ἢν ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ, ἦρι μάλʼ Ἑλλήσποντον ἐπʼ ἰχθυοέντα πλεούσας νῆας ἐμάς.Hom. Il. 9.359 ἐλέγχεται δὲ τὸ τοιοῦτον ἐκ τῶν ἐπῶν ἐκείνων ἥρως Ἰμβρασίδης, ὃς ἄρʼ Αἰνόθεν εἰληλούθει·Hom. Il. 4.520 οὗτος δὲ τῶν Θρᾳκῶν ἡγεῖτο ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει·Hom. Il. 2.845 τοὺς γὰρ ἐφεξῆς τούτων ἐκτὸς ἂν καὶ τοῦ Ἑλλησπόντου καθιδρυμένους ἀποφαίνοι. ἡ μὲν γὰρ Αἶνος κεῖται κατὰ τὴν πρότερον Ἀψυνθίδα νῦν δὲ Κορπιλικὴν λεγομένην, ἡ δὲ τῶν Κικόνων ἐφεξῆς πρὸς δύσιν. E.
fragments.58a Τετραχωρῖται, οἱ Βεσσοί, ὡς Στράβων ἑβδόμῃ. οὗτοι λέγονται καὶ Τετράκωμοι. Stephanus, v. Τετραχωρῖται.
fragments.58b λέγει γὰρ (Στράβων) αὐτὸν ἐν τῇ ἑβδόμῃ (τῶν γεωγραφουμένων) ἐγνωκέναι Ποσειδώνιον τὸν ἀπὸ τῆς στοᾶς φιλόσοφον συγγενομένου Σκιπίωνι τῷ τὴν Καρχηδόνα ἑλόντι. Athenaeus 14 p. 657 f.
← Previous 69 / 69

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme