Book 8
3.8
ὁ δὲ ποιητὴς εἰς τέτταρα μέρη διελὼν τήνδε τὴν χώραν, τέτταρας δὲ καὶ τοὺς ἡγεμόνας εἰπών, οὐ σαφῶς εἴρηκεν οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον, ὅσσον ἐφʼ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα πέτρη τʼ Ὠλενίη καὶ Ἀλείσιον ἐντὸς ἐέργει, τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δʼ ἀνδρὶ ἑκάστῳ νῆες ἕποντο θοαί· πολέες δʼ ἔμβαινον Ἐπειοί.Hom. Il. 2.615τῷ μὲν γὰρ Ἐπειοὺς ἀμφοτέρους προσαγορεύειν τούς τε Βουπρασιεῖς καὶ τοὺς Ἠλείους, Ἠλείους δὲ μηκέτι καλεῖν τοὺς Βουπρασιεῖς, οὐ τὴν Ἠλείαν δόξειεν ἂν εἰς τέτταρα μέρη διαιρεῖν, ἀλλὰ τὴν τῶν Ἐπειῶν, ἣν εἰς δύο μέρη διεῖλε πρότερον· οὐδʼ ἂν μέρος εἴη τῆς Ἤλιδος τὸ Βουπράσιον, ἀλλὰ τῶν Ἐπειῶν μᾶλλον. ὅτι γὰρ Ἐπειοὺς καλεῖ τοὺς Βουπρασίους, δῆλον ὡς ὁπότε κρείοντʼ Ἀμαρυγκέα θάπτον Ἐπειοὶ Βουπρασίῳpost Βουπρασίῳ· τὸ δὲ Βουπράσιον εἶναί τινα χώραν τῆς Ἠλείας. κατοικίαν οὐκ ἔχουσαν ὁμώνυμον· νυνὶ φαίνεται τῆς Ἤλιδος ὂν μέρος καὶ τοῦτο..Hom. Il. 23.630 πάλιν δὲ τῷ συγκαταριθμεῖσθαι Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν λέγοντα, εἶτʼ εἰς τέτταρας διαιρεῖν μερίδας, ὡς ἂν κοινῷ δοκεῖ τῷ τε Βουπρασίῳ καὶ τῇ Ἤλιδι αὐτὰς ὑποτάττειν. ἦν δʼ, ὡς ἔοικε, κατοικία τῆς Ἠλείας τὸ Βουπράσιον ἀξιόλογος, ἣ νῦν οὐκέτʼ ἐστίν· ἡ δὲ χώρα καλεῖται μόνον οὕτως ἡ ἐπὶ τῆς ὁδοῦ τῆς ἐπὶ Δύμην ἐξ Ἤλιδος τῆς νῦν πόλεως. ὑπολάβοι δʼ ἄν τις καὶ ὑπεροχήν τινα ἔχειν τότε τὸ Βουπράσιον παρὰ τὴν Ἦλιν, ὥσπερ καὶ οἱ Ἐπειοὶ παρὰ τούτους· ὕστερον δʼ ἀντʼ Ἐπειῶν Ἠλεῖοι ἐκλήθησαν. καὶ τὸ Βουπράσιον μὲν δὴ μέρος ἦν τῆς Ἤλιδος. ποιητικῷ δέ τινι σχήματι συγκαταλέγειν τὸ μέρος τῷ ὅλῳ φασὶ τὸν Ὅμηρον, ὡς τό ἀνʼ Ἑλλάδα καὶ μέσον ἌργοςHom. Od. 1.344 καί ἀνʼ Ἑλλάδα τε Φθίην τεHom. Od. 11.496; καὶ Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοί,Hom. Il. 9.529 καὶ οἱ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων.Hom. Il. 2.625 καὶ γὰρ τὸ Δουλίχιον τῶν Ἐχινάδων. χρῶνται δὲ καὶ οἱ νεώτεροι· Ἱππῶναξ μέν Κυπρίων βέκος φαγοῦσι καὶ Ἀμαθουσίων πυρόν·Hipponax fr. 82 (Bergk) Κύπριοι γὰρ καὶ οἱ Ἀμαθούσιοι· καὶ Ἀλκμὰν δέ Κύπρον ἱμερτὰν λιποῖσα καὶ Πάφον περιρρύτανAlcman fr. 21 (Bergk) καὶ Αἰσχύλος Κύπρου Πάφου τʼ ἔχουσα πάντα κλῆρον. εἰ δʼ οὐκ εἴρηκεν Ἠλείους τοὺς Βουπρασίους, οὐδʼ ἄλλα πολλὰ τῶν ὄντων, φήσομεν· ἀλλὰ τοῦτʼ οὐκ ἔστιν ἀπόδειξις τοῦ μὴ εἶναι, ἀλλὰ τοῦ μὴ εἰπεῖν μόνον.