Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 8

3.10 Ὑρμίνη μὲν οὖν πολίχνιον ἦν, νῦν δʼ οὐκ ἔστιν· ἀλλʼ ἀκρωτήριον πλησίον Κυλλήνης ὀρεινόν ἐστι, καλούμενον Ὅρμινα ἢ Ὕρμινα· Μύρσινος δὲ τὸ νῦν Μυρτούντιον, ἐπὶ θάλατταν καθήκουσα κατὰ τὴν ἐκ Δύμης εἰς Ἦλιν ὁδὸν κατοικία, στάδια τῆς Ἠλείων πόλεως διέχουσα ἑβδομήκοντα. πέτρην δʼ Ὠλενίην εἰκάζουσι τὴν νῦν Σκόλλιν· ἀνάγκη γὰρ εἰκότα λέγειν, καὶ τῶν τόπων καὶ τῶν ὀνομάτων μεταβεβλημένων, ἐκείνου τε μὴ σφόδρα ἐπὶ πολλῶν σαφηνίζοντος· ἔστι δʼ ὄρος πετρῶδες κοινὸν Δυμαίων τε καὶ Τριταιέων καὶ Ἠλείων, ἐχόμενον ἑτέρου τινὸς Ἀρκαδικοῦ ὄρους Λαμπείας, ὃ τῆς Ἤλιδος μὲν διέστηκεν ἑκατὸν καὶ τριάκοντα σταδίους, Τριταίας δὲ ἑκατόν, καὶ Δύμης τοὺς ἴσους, Ἀχαϊκῶν πόλεων. τὸ δʼ Ἀλείσιον ἔστι τὸ νῦν Ἀλεσιαῖον, χώρα περὶ τὴν Ἀμφιδολίδα, ἐν ᾗ καὶ κατὰ μῆνα ἀγορὰν συνάγουσιν οἱ περίοικοι· κεῖται δὲ ἐπὶ τῆς ὀρεινῆς ὁδοῦ τῆς ἐξ Ἤλιδος εἰς Ὀλυμπίαν· πρότερον δʼ ἦν πόλις τῆς Πισάτιδος, ἄλλοτʼ ἄλλως τῶν ὅρων ἐπαλλαττόντων διὰ τὰς τῶν ἡγεμόνων μεταβολάς· τὸ δʼ Ἀλείσιον καὶ Ἀλεισίου κολώνην ὁ ποιητὴς καλεῖ ὅταν φῇ μέσφʼ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους πέτρης τʼ Ὠλενίης καὶ Ἀλεισίου ἔνθα κολώνη κέκληται.Hom. Il. 11.756 ὑπερβατῶς γὰρ δεῖ δέξασθαι ἴσον τῷ καὶ ἔνθʼ Ἀλεισίου κολώνη κέκληται. ἔνιοι δὲ καὶ ποταμὸν δεικνύουσιν Ἀλείσιον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme