Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 8

3.32 ἡ δὲ Σαλμώνη πλησίον ἐστὶ τῆς ὁμωνύμου κρήνης ἐξ ἧς ῥεῖ ὁ Ἐνιπεύς· ἐμβάλλει δʼ εἰς τὸν Ἀλφειόνpost Ἀλφειόν· καλεῖται δὲ νῦν Βαρνίχιος.. τούτου δʼ ἐρασθῆναι τὴν Τυρώ φασιν ἣ ποταμοῦ ἠράσσατʼ Ἐνιπῆος θείοιο.Hom. Od. 11.238 ἐνταῦθα γὰρ βασιλεῦσαι τὸν πατέρα αὐτῆς τὸν Σαλμωνέα, καθάπερ καὶ Εὐριπίδης ἐν Αἰόλῳ φησίpost φησί· τον δʼ ἐν τῇ Θετταλίᾳ Ἐλισέα γράφουσιν, ὃς ἀπὸ τῆς Ὄθρυος ῥέων δέχεται τὸν Ἀπιδανὸν κατενεχθέντα ἐκ Φαρσάλου.. ἐγγὺς δὲ τῆς Σαλμώνης Ἡράκλεια, καὶ αὕτη μία τῶν ὀκτώ, διέχουσα περὶ τετταράκοντα σταδίους τῆς Ὀλυμπίας, κειμένη δὲ παρὰ τὸν Κυθήριον ποταμόν, οὗ τὸ τῶν Ἰωνιάδων νυμφῶν ἱερὸν τῶν πεπιστευμένων θεραπεύειν νόσους τοῖς ὕδασι. παρὰ δὲ τὴν Ὀλυμπίαν ἐστὶ καὶ ἡ Ἄρπινα, καὶ αὕτη τῶν ὀκτώ, διʼ ἧς ῥεῖ ποταμὸς Παρθενίας ὡς εἰς Ἡραίαν ἰόντωνpost ἰόντων· ἡ δὲ Ἡραία ἐστὶ τῆς Ἀρκαδίας· ὑπέρκειται δὲ τῆς Δυμαίας, καὶ Βουπρασίου καὶ Ἤλιδος· ἅπερ ἐστὶ πρὸς ἄρκτον τῇ Πισάτιδι.· αὐτοῦ δʼ ἔστι καὶ τὸ Κικύσιον τῶν ὀκτὼ καὶ τὸ Δυσπόντιον κατὰ τὴν ὁδὸν τὴν ἐξ Ἤλιδος εἰς Ὀλυμπίαν ἐν πεδίῳ κείμενον· ἐξελείφθη δέ, καὶ ἀπῆραν οἱ πλείους εἰς Ἐπίδαμνον καὶ Ἀπολλωνίαν· καὶ ἡ Φολόη δʼ ὑπέρκειται τῆς Ὀλυμπίας ἐγγυτάτω, ὄρος Ἀρκαδικόν, ὥστε τὰς ὑπωρείας τῆς Πισάτιδος εἶναι. καὶ πᾶσα δʼ ἡ Πισᾶτις καὶ τῆς Τριφυλίας τὰ πλεῖστα ὁμορεῖ τῇ Ἀρκαδίᾳ· διὰ δὲ τοῦτο καὶ Ἀρκαδικὰ εἶναι δοκεῖ τὰ πλεῖστα τῶν Πυλιακῶν ἐν καταλόγῳ φραζομένων χωρίων· οὐ μέντοι φασὶν οἱ ἔμπειροι· τὸν γὰρ Ἐρύμανθον εἶναι τὸν ὁρίζοντα τὴν Ἀρκαδίαν τῶν εἰς Ἀλφειὸν ἐμπιπτόντων ποταμῶν, ἔξω δʼ ἐκείνου τὰ χωρία ἱδρῦσθαι ταῦτα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme