Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 8

5.3 τῶν δʼ ὑφʼ Ὁμήρου καταλεγομένων τὴν μὲν Μέσσην οὐδαμοῦ δείκνυσθαί φασι· Μεσσόαν δʼ οὐ τῆς χώρας εἶναι μέρος ἀλλὰ τῆς Σπάρτης, καθάπερ καὶ τὸ Λιμναῖον, κατὰ τὸν κα. ἔνιοι δὲ κατὰ ἀποκοπὴν δέχονται τὴν Μεσσήνην· εἴρηται γὰρ ὅτι καὶ αὕτη μέρος ἦν τῆς Λακωνικῆς. παραδείγμασι δὲ χρῶνται τοῦ μὲν ποιητοῦ τῷ κρῖ καὶ δῶ καὶ μάψ, καὶ ἔτι ἥρως δʼ Αὐτομέδων τε καὶ Ἄλκιμος,Hom. Il. 19.392ἀντὶ τοῦ Ἀλκιμέδων· Ἡσιόδου δέ, ὅτι τὸ βριθὺ καὶ βριαρὸν βρῖ λέγει· Σοφοκλῆς δὲ καὶ Ἴων τὸ ῥᾴδιον ῥᾴ· Ἐπίχαρμος δὲ τὸ λίαν λῖ, Συρακὼ δὲ τὰς Συρακούσσας· παρʼ Ἐμπεδοκλεῖ δέ μία γίνεται ἀμφοτέρων ὄψEmpedocles Fr. 88 (Diels)ἡ ὄψις· καὶ παρʼ Ἀντιμάχῳ Δήμητρός τοι Ἐλευσινίης· ἱερὴ ὄψ.Antimachus Fr.καὶ τὸ ἄλφιτον ἄλφι· Εὐφορίων δὲ καὶ τὸν ἧλον λέγει ἧλ· παρὰ Φιλήτᾳ δέ δμωίδες εἰς ταλάρους λευκὸν ἄγουσιν ἔρι εἰς ἄνεμον δὲ τὰ πηδάEuphorion Fr.τὰ πηδάλια Ἄρατός φησι, Δωδὼ δὲ τὴν Δωδώνην Σιμμίας. τῶν δʼ ἄλλων τῶν ὑπὸ τοῦ ποιητοῦ κατωνομασμένων τὰ μὲν ἀνῄρηται, τῶν δʼ ἴχνη λείπεται, τὰ δὲ μετωνόμασται, καθάπερ αἱ Αὐγειαὶ Αἰγαιαί· αἱ γὰρ ἐν τῇ Λοκρίδι οὐδʼ ὅλως περίεισι. τὴν δὲ Λᾶν οἱ Διόσκουροί ποτε ἐκ πολιορκίας ἑλεῖν ἱστοροῦνται, ἀφʼ οὗ δὴ Λαπέρσαι προσηγορεύθησαν.post προσηγορεύθησαν· καὶ Σοφοκλῆς λέγει που νὴ τὼ Λαπέρσα, νὴ τὸν Εὐρώταν τρίτον. νὴ τοὺς ἐν Ἄργει καὶ κατὰ Σπάρτην θεούς.Soph. Fr. 871 (Nauck)

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme