Book 8
5.8
ὅτι δὲ Λακεδαίμων ὁμωνύμως λέγεται καὶ ἡ χώρα καὶ ἡ πόλις, δηλοῖ καὶ Ὅμηρος· λέγω δὲ χώραν σὺν τῇ Μεσσηνίᾳ. περὶ μὲν δὴ τῶν τόξων ὅταν λέγῃ καλά, τὰ οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας, Ἴφιτος Εὐρυτίδης,Hom. Od. 21.13εἶτʼ ἐπενέγκῃ τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιιν οἴκῳ ἐν Ὀρτιλόχοιο,ante τὴν· τῆς ΦηρῆςHom. Od. 21.15τὴν χώραν λέγει, ἧς μέρος ἦν καὶ ἡ Μεσσηνία· οὐ διήνεγκεν οὖν αὐτῷ καὶ οὕτως εἰπεῖν ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας,καὶ τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην.ὅτι γὰρ αἱ Φηραὶ εἰσὶν ὁ τοῦ Ὀρτιλόχου οἶκος δῆλον· ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα, υἱέος Ὀρτιλόχοιο,Hom. Od. 3.488ὅ τε Τηλέμαχος καὶ ὁ Πεισίστρατος· αἱ δὲ Φηραὶ τῆς Μεσσηνίας εἰσίν. ὅταν δʼ ἐκ τῶν Φηρῶν ὁρμηθέντας τοὺς περὶ Τηλέμαχον πανημερίους φῇ σείειν ζυγόν, εἶτʼ εἴπῃ δύσετό τʼ ἠέλιος, οἱ δʼ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν· πρὸς δʼ ἄρα δώματʼ ἔλων Μενελάου,Hom. Od. 3.497; 4.1f. τὴν πόλιν δεῖ δέχεσθαι· εἰ δὲ μή, ἐκ Λακεδαίμονος εἰς Λακεδαίμονα φανεῖται λέγων τὴν ἄφιξιν· ἄλλως τε οὐ πιθανὸν μὴ ἐν Σπάρτῃ τὴν οἴκησιν εἶναι τοῦ Μενελάου, οὐδὲ μὴ οὔσης ἐκεῖ τὸν Τηλέμαχον λέγειν εἶμι γὰρ ἐς Σπάρτην τε καὶ εἰς Πύλον.Hom. Od. 2.359δοκεῖ δὲ συμπίπτειν τούτῳ τὸ τοῖς τῆς χώρας ἐπιθέτοις αὐ εἰ μὴ νὴ Δία ποιητικῇ τις τοῦτο συγχωρήσει ἐξουσίᾳ. βέλτιον γὰρ τὴν Μεσσήνην μετὰ τῆς Λακωνικῆς καὶ Πύλου τῆς ὑπὸ τῷ Νέστορι, μηδὲ δὴ καθʼ αὑτὴν τάττεσθαι ἐν τῷ καταλόγῳ μηδὲ κοινωνοῦσαν τῆς στρατείας.