Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 8

6.7 ἡ μὲν οὖν πόλις ἡ τῶν Ἀργείων ἐν χωρίοις ἐπιπέδοις ἵδρυται τὸ πλέον, ἄκραν δʼ ἔχει τὴν καλουμένην Λάρισαν, λόφον εὐερκῆ μετρίως ἔχοντα ἱερὸν Διός· ῥεῖ δʼ αὐτῆς πλησίον ὁ Ἴναχος χαραδρώδης ποταμὸς τὰς πηγὰς ἔχων ἐκ Λυρκείουpost Λυρκείου· τοῦ κατὰ τὴν Κυνουρίαν ὄρους τῆς Ἀρκαδίας.. περὶ δὲ τῶν μυθευομένων πηγῶν εἴρηται διότι πλάσματα ποιητῶν ἐστί· πλάσμα δὲ καὶ τὸ Ἄργος ἄνυδρον θεοὶ δʼ αὖ θέσαν Ἄργος ἔνυδρον τῆς τε χώρας κοίλης οὔσης καὶ ποταμοῖς διαρρεομένης καὶ ἕλη καὶ λίμνας παρεχομένης, καὶ τῆς πόλεως εὐπορουμένης ὕδασι φρεάτων πολλῶν καὶ ἐπιπολαίων. αἰτιῶνται δὲ τῆς ἀπάτης τὸ καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην.Hom. Il. 4.171τοῦτο δʼ ἤτοι ἀντὶ τοῦ πολυπόθητον κεῖται, ἢ χωρὶς τοῦ δ πολυίψιον, ὡς πολύφθορόν τε δῶμα Πελοπιδῶν τόδεSoph. El. 10 φησὶ Σοφοκλῆς· τὸ γὰρpost γὰρ· προϊάψαι καὶ ἰάψαι καὶ ἴψασθαι φθοράν τινα καὶ βλάβην σημαίνει νῦν μὲν πειρᾶται, τάχα δʼ ἴψεται υἷας ἈχαιῶνHom. Il. 2.193 κατὰ χρόα καλὸν ἰάψῃ.Hom. Od. 2.376Ἄιδι προίαψενHom. Il. 1.3 ἄλλως τε οὐ τὴν πόλιν λέγει τὸ Ἄργος (οὐ γὰρ ἐκεῖσε ἔμελλεν ἀφίξεσθαι) ἀλλὰ τὴν Πελοπόννησον, οὐ δήπου καὶ ταύτην διψηρὰν οὖσαν. καὶ σὺν τῷ ltδgt δὲ ὑπερβατῶς δέχονταί τινες κατὰ συναλιφὴν μετὰ τοῦ συνδέσμου τοῦ δέ, ἵνʼ ᾖ οὕτως καί κεν ἐλέγχιστος πολὺ δʼ ἴψιον Ἄργος ἱκοίμην, πολυίψιον Ἄργοσδε ἱκοίμην ἀντὶ τοῦ εἰς Ἄργος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme