Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 8

6.17 ὁ δὲ ποιητὴς ἔνια μὲν χωρία λέγει συνεχῶς ὥσπερ καὶ κεῖται οἵ θʼ Ὑρίην ἐνέμοντο καὶ ΑὐλίδαHom. Il. 2.496 οἳ δʼ Ἄργος τʼ εἶχον Τίρυνθά τε Ἑρμιόνην τʼ Ἀσίνην τε Τροιζῆνʼ Ἠιόνας τε.Hom. Il. 2.559ἄλλοτε δʼ οὐχ ὡς ἔστι τῇ τάξει σχοῖνόν τε Σκῶλόν τε Θέσπειαν Γραῖάν τε.Hom. Il. 2.497τά τʼ ἐν ἠπείρῳ ταῖς νήσοις συμφράζει οἵ ῥʼ Ἰθάκην εἶχον, καὶ Κροκύλειʼ ἐνέμοντο.Hom. Il. 2.632τὰ γὰρ Κροκύλεια ἐν τοῖς Ἀκαρνᾶσιν. οὕτω δὲ καὶ νῦν τῇ Αἰγίνῃ τὸν Μάσητα συνῆψεν ὄντα τῆς Ἀργολικῆς ἠπείρου. Θυρέας δὲ Ὅμηρος μὲν οὐκ ὠνόμασεν, οἱ δʼ ἄλλοι θρυλοῦσι· περὶ ὧν Ἀργείοις καὶ Λακεδαιμονίοις συνέστη ἀγὼν τριακοσίοις πρὸς τριακοσίους· ἐνίκων δὲ Λακεδαιμόνιοι στρατηγοῦντος Ὀθρυάδα· εἶναι δέ φησι τὸ χωρίον τοῦτο Θουκυδίδης ἐν τῇ Κυνουρίᾳ κατὰ τὴν μεθορίαν τῆς Ἀργείας καὶ τῆς Λακωνικῆς. εἰσὶ δὲ καὶ Ὑσίαι τόπος γνώριμος τῆς Ἀργολικῆς καὶ Κεγχρεαί, αἳ κεῖνται ἐπὶ τῇ ὁδῷ τῇ ἐκ Τεγέας εἰς Ἄργος διὰ τοῦ Παρθενίου ὄρουςpost ὄρους· καὶ τοῦ Κρεοπώλου.. Ὅμηρος δʼ αὐτὰς οὐκ οἶδενpost οἶδεν· οὐδὲ τὸ Λύρκειον, οὐδʼ Ὀρνεάς· κῶμαι δʼ εἰσὶ τῆς Ἀργείας, ἡ μὲν ὁμώνυμος τῷ ὄρει τῷ Λυρκείῳ, αἱ δὲ ταῖς Ὀρνεαῖς ταῖς μεταξὺ Κορίνθου καὶ Σικυῶνος ἱδρυμέναις..
6.18 τῶν δὴ κατὰ Πελοπόννησον πόλεων ἐνδοξόταται γεγόνασι καὶ μέχρι νῦν εἰσιν Ἄργος τε Σπάρτη τε, διὰ δὲ τὸ πολυθρύλητον ἥκιστα δεῖ μακρολογεῖν περὶ αὐτῶν· τὰ γὰρ ὑπὸ πάντων εἰρημένα λέγειν δόξομεν. τὸ παλαιὸν μὲν οὖν ηὐδοκίμει τὸ Ἄργος μᾶλλον, ὕστερον δὲ καὶ μέχρι παντὸς ὑπερεβάλοντο Λακεδαιμόνιοι καὶ διετέλεσαν τὴν αὐτονομίαν φυλάττοντες, πλὴν εἴ τί που μικρὸν προσπταίειν αὐτοὺς συνέβαινεν. Ἀργεῖοι δὲ Πύρρον μὲν οὐκ ἐδέξαντο (ἀλλὰ καὶ πρὸ τοῦ τείχους ἔπεσε γρᾳδίου τινός, ὡς ἔοικε, κεραμίδα ἀφέντος ἄνωθεν ἐπὶ τὴν κεφαλήν) ὑπʼ ἄλλοις δʼ ἐγένοντο βασιλεῦσι, μετασχόντες δὲ τοῦ τῶν Ἀχαιῶν συστήματος σὺν ἐκείνοις εἰς τὴν τῶν Ῥωμαίων ἐξουσίαν ἦλθον, καὶ νῦν συνέστηκεν ἡ πόλις δευτερεύουσα τῇ τάξει μετὰ τὴν Σπάρτην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme