Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 8

3.5 μεταξὺ δὲ τοῦ Χελωνάτα καὶ τῆς Κυλλήνης ὅ τε Πηνειὸς ἐκδίδωσι ποταμὸς καὶ ὁ Σελλήεις ὑπὸ τοῦ ποιητοῦ λεγόμενος, ῥέων ἐκ Φολόης· ἐφʼ ᾧ Ἐφύρα πόλις, ἑτέρα τῆς Θεσπρωτικῆς καὶ Θετταλικῆς καὶ τῆς Κορίνθου, τετάρτη τις ἐπὶ τῇ ὁδῷ κειμένη τῇ ἐπὶ Λασίωνα, ἤτοι ἡ αὐτὴ οὖσα τῇ Βοινώᾳ (τὴν γὰρ Οἰνόην οὕτω καλεῖν εἰώθασιν) ἢ πλησίον ἐκείνης, διέχουσα τῆς Ἠλείων πόλεως σταδίους ἑκατὸν εἴκοσιν· ἐξ ἧς ἥ τε Τληπολέμου τοῦ Ἡρακλέους δοκεῖ λέγεσθαι μήτηρ τὴν ἄγετʼ ἐξ Ἐφύρης ποταμοῦ ἄπο ΣελλήεντοςHom. Il. 2.659(ἐκεῖ γὰρ μᾶλλον αἱ τοῦ Ἡρακλέους στρατεῖαι, πρὸς ἐκείναις τε οὐδεὶς ποταμὸς Σελλήεις), καὶ ὁ τοῦ Μέγητος θώραξ τόν ποτε Φυλεὺς ἤγαγεν ἐξ Ἐφύρης ποταμοῦ ἄπο ΣελλήεντοςHom. Il. 15.530 ἐξ ἧς καὶ τὰ φάρμακα τὰ ἀνδροφόνα. εἰς Ἐφύραν γὰρ ἀφῖχθαι ἡ Ἀθηνᾶ φησὶ τὸν Ὀδυσσέα φάρμακον ἀνδροφόνον διζήμενον, ὄφρα οἱ εἴη ἰοὺς χρίεσθαιHom. Od. 1.261 καὶ τὸν Τηλέμαχον οἱ μνηστῆρες ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει πίειραν ἄρουραν ἐλθεῖν, ὄφρʼ ἔνθεν θυμοφθόρα φάρμακʼ ἐνείκῃ.Hom. Od. 2.238 καὶ γὰρ τὴν Αὐγέου θυγατέρα τοῦ τῶν Ἐπειῶν βασιλέως ὁ Νέστωρ ἐν τῇ διηγήσει τοῦ πρὸς αὐτοὺς πολέμου φαρμακίδα εἰσάγει πρῶτος ἐγὼν ἕλον ἄνδρα φήσας Μούλιον αἰχμητήν, γαμβρὸς δʼ ἦν Αὐγείαο, πρεσβυτάτην δὲ θύγατρʼ εἶχεν, ἣ τόσα φάρμακα ᾔδη, ὅσα τρέφει εὐρεῖα χθών.Hom. Il. 11.738 ἔστι δὲ καὶ περὶ Σικυῶνα Σελλήεις ποταμὸς καὶ Ἐφύρα πλησίον κώμη, καὶ ἐν τῇ Ἀγραίᾳ τῆς Αἰτωλίας Ἐφύρα κώμη, οἱ δʼ ἀπʼ αὐτῆς Ἔφυροι· καὶ ἄλλοι οἱ Περραιβῶν πρὸς Μακεδονία, οἱ Κραννώνιοι, καὶ οἱ Θεσπρωτικοὶ οἱ ἐκ Κιχύρου τῆς πρότερον Ἐφύρας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme