Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 9

1.1 περιωδευκόσι δὲ τὴν Πελοπόννησον, ἣν πρώτην ἔφαμεν καὶ ἐλαχίστην τῶν συντιθεισῶν τὴν Ἑλλάδα χερρονήσων, ἐφεξῆς ἂν εἴη τὰς συνεχεῖς ἐπελθεῖν. ἦν δὲ δευτέρα μὲν ἡ προστιθεῖσα τῇ Πελοποννήσῳ τὴν Μεγαρίδα, ὥστε τὸν Κρομμυῶνα Μεγαρέων εἶναι καὶ μὴ Κορινθίων· τρίτη δὲ ἡ πρὸς ταύτῃ προσλαμβάνουσα τὴν Ἀττικὴν καὶ τὴν Βοιωτίαν καὶ τῆς Φωκίδος τι μέρος καὶ τῶν Ἐπικνημιδίων Λοκρῶν. περὶ τούτων οὖν λεκτέον. φησὶ δʼ Εὔδοξος, εἴ τις νοήσειεν ἀπὸ τῶν Κεραυνίων ὀρῶν ἐπὶ Σούνιον τὸ τῆς Ἀττικῆς ἄκρον ἐπὶ τὰ πρὸς ἕω μέρη τεταμένην εὐθεῖαν, ἐν δεξιᾷ μὲν ἀπολείψειν τὴν Πελοπόννησον ὅλην πρὸς νότον, ἐν ἀριστερᾷ δὲ καὶ πρὸς τὴν ἄρκτον τὴν ἀπὸ τῶν Κεραυνίων ὀρῶν συνεχῆ παραλίαν μέχρι τοῦ Κρισαίου κόλπου καὶ τῆς Μεγαρίδος καὶ συμπάσης τῆς Ἀττικῆς· νομίζει δʼ οὐδʼ ἂν κοιλαίνεσθαι οὕτως τὴν ᾐόνα τὴν ἀπὸ Σουνίου μέχρι τοῦ Ἰσθμοῦ ὥστε μεγάλην ἔχειν ἐπιστροφήν, εἰ μὴ προσῆν τῇ ᾐόνι ταύτῃ καὶ τὰ συνεχῆ τῷ Ἰσθμῷ χωρία τὰ ποιοῦντα τὸν κόλπον τὸν Ἑρμιονικὸν καὶ τὴν Ἀκτήν· ὡς δʼ αὕτως οὐδʼ ἂν τὴν ἀπὸ τῶν Κεραυνίων ἐπὶ τὸν Κορινθιακὸν κόλπον ἔχειν τινὰ τοσαύτην ἐπιστροφὴν ὥστε κοιλαίνεσθαι κολποειδῶς καθʼ αὑτήν, εἰ μὴ τὸ Ῥίον καὶ τὸ Ἀντίρριον συναγόμενα εἰς στενὸν ἐποίει τὴν ἔμφασιν ταύτην· ὁμοίως δὲ καὶ τὰ περιέχοντα τὸν μυχόν, εἰς ἃ καταλήγειν συμβαίνει τὴν ταύτῃ θάλατταν.
1.2 οὕτω δʼ εἰρηκότος Εὐδόξου, μαθηματικοῦ ἀνδρὸς καὶ σχημάτων ἐμπείρου καὶ κλιμάτων καὶ τοὺς τόπους τούτους εἰδότος, δεῖ νοεῖν τήνδε τὴν πλευρὰν τῆς Ἀττικῆς σὺν τῇ Μεγαρίδι τὴν ἀπὸ Σουνίου μέχρι Ἰσθμοῦ κοίλην μὲν ἀλλʼ ἐπὶ μικρόν. ἐνταῦθα δʼ ἐστὶ κατὰ μέσην που τὴν λεχθεῖσαν γραμμὴν ὁ Πειραιεὺς τὸ τῶν Ἀθηνῶν ἐπίνειον. διέχει γὰρ τοῦ μὲν Σχοινοῦντος τοῦ κατὰ τὸν Ἰσθμὸν περὶ τριακοσίους πεντήκοντα σταδίους, τοῦ δὲ Σουνίου τριάκοντα καὶ τριακοσίους· τόςον πώς ἐστι διάστημα καὶ τὸ ἐπὶ Πηγὰς ἀπὸ τοῦ Πειραιῶς, ὅσονπερ καὶ ἐπὶ Σχοινοῦντα· δέκα δʼ ὅμως σταδίοις πλεονάζειν φασί. κάμψαντι δὲ τὸ Σούνιον πρὸς ἄρκτον μὲν ὁ πλοῦς, ἐκκλίνων δὲ πρὸς δύσιν.
1 / 73 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme