Book 9
2.19
οὗτοι μὲν οὖν ἐκ τῶν Φωκικῶν ὀρῶν οἱ ποταμοὶ καταφέρονται, ὧν ὁ Κηφισσὸς ἐκ Λιλαίας Φωκικῆς πόλεως τὴν ἀρχὴν λαμβάνει, καθάπερ καὶ Ὅμηρός φησιν οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισσοῖο· διʼ Ἐλατείας δὲ ῥυεὶς μεγίστης τῶν ἐν Φωκεῦσι πόλεων, καὶ διὰ Παραποταμίων καὶ Φανοτέων ὁμοίως Φωκικῶν πολισμάτων, εἰς Χαιρώνειαν τῆς Βοιωτίας πρόεισιν, εἶτα διὰ τῆς Ὀρχομενίας καὶ τῆς Κορωνειακῆς εἰς τὴν Κωπαΐδα λίμνην ἐξίησι· καὶ ὁ Περμησσὸς δὲ καὶ ὁ Ὀλμειός, ἐκ τοῦ Ἑλικῶνος συμβάλλοντες ἀλλήλοις, εἰς τὴν αὐτὴν ἐμπίπτουσι λίμνην τὴν Κωπαΐδα τοῦ Ἁλιάρτου πλησίον· καὶ ἄλλα δὲ ῥεύματα εἰς αὐτὴν ἐμβάλλει. ἔστι μὲν οὖν μεγάλη, τὴν περίμετρον ἔχουσα ὀγδοήκοντα καὶ τριακοσίων σταδίων, αἱ δὲ ἐκρύσεις οὐδαμοῦ φαίνονται πλὴν τοῦ δεχομένου τὸν Κηφισσὸν χάσματος καὶ τῶν ἑλῶν.
2.20
Τῶν δὲ περικειμένων λιμνῶν ἐστὶν ἥ τε Τρεφία καὶ ἡ Κηφισσίς, ἧς μέμνηται καὶ Ὅμηρος ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς, λίμνῃ κεκλιμένος Κηφισσίδι. οὐ γὰρ λίμνην τὴν Κωπαΐδα βούλεται λέγειν, ὡς οἴονταί τινες, ἀλλὰ τὴν Ὑλικὴν προσαγορευομένηνpost προσαγορευομένην· τῇ προσῳδίᾳ ὡς λυρικὴν ἀπὸ τῆς πλησίον κώμης ἣν καλοῦσιν Ὕλαςpost Ὕλας· ὡς λύρας καὶ θύρας, οὐδὲ Ὕδην, ὡς ἔνιοι γράφουσιν ὅς ῥʼ ἐν Ὕδῃ ναίεσκεν. ἡ μὲν γάρ ἐστιν ἐν Λυδίᾳ Τμώλῳ ὑπὸ νιφόεντι, Ὕδης ἐν πίονι δήμῳ, ἡ δὲ Βοιωτιακή· ἐπιφέρει γοῦν τῷ λίμνῃ κεκλιμένος Κηφισσίδι τὸ πὰρ δὲ οἱ ἄλλοι ναῖον Βοιωτοί. ἡ μὲν γάρ ἐστι μεγάλη καὶ οὐκ ἐν τῇ Θηβαΐδι, ἡ δὲ μικρά, ἐκεῖθεν διʼ ὑπονόμων πληρουμένη, κειμένη μεταξὺ Θηβῶν καὶ Ἀνθηδόνος. Ὅμηρος δʼ ἑνικῶς ἐκφέρει τοτὲ μὲν ἐκτείνων τὴν πρώτην συλλαβήν, ὡς ἐν τῷ καταλόγῳ ἠδʼ Ὕλην καὶ Πετεῶνα, ποιητικῶς, τοτὲ δὲ συστέλλων ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκεpost ναίεσκε· Τύχιος σκυτοτόμων ὄχʼ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων. οὐδʼ ἐνταῦθα εὖ γραφόντων τινῶν Ὕδῃ ἔνι· οὐ γὰρ ὁ Αἴας ἐκ Λυδίας τὸ σάκος μετεπέμπετο.