Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 9

3.3 εἴρηται δʼ ὅτι καὶ ὁ Παρνασσὸς ἐπὶ τῶν ἑσπερίων ὅρων ἵδρυται τῆς Φωκίδος. τούτου δὴ τὸ μὲν πρὸς δύσιν πλευρὸν οἱ Λοκροὶ κατέχουσιν οἱ Ὀζόλαι, τὸ δὲ νότιον οἱ Δελφοί, πετρῶδες χωρίον θεατροειδές, κατὰ κορυφὴν ἔχον τὸ μαντεῖον καὶ τὴν πόλιν, σταδίων ἑκκαίδεκα κύκλον πληροῦσαν. ὑπέρκειται δʼ αὐτῆς ἡ Λυκώρεια, ἐφʼ οὗ τόπου πρότερον ἵδρυντο οἱ Δελφοὶ ὑπὲρ τοῦ ἱεροῦ· νῦν δʼ ἐπʼ αὐτῷ οἰκοῦσι περὶ τὴν κρήνην τὴν Κασταλίαν. πρόκειται δὲ τῆς πόλεως ἡ Κίρφις ἐκ τοῦ νοτίου μέρους, ὄρος ἀπότομον, νάπην ἀπολιπὸν μεταξύ, διʼ ἧς Πλεῖστος διαρρεῖ ποταμός. ὑποπέπτωκε δὲ τῇ ὁ Κίρφει πόλις ἀρχαία Κίρρα, ἐπὶ τῇ θαλάττῃ ἱδρυμένη, ἀφʼ ἧς ἀνάβασις εἰς Δελφοὺς ὀγδοήκοντά που σταδίων· ἵδρυται δʼ ἀπαντικρὺ Σικυῶνος. πρόκειται δὲ τῆς Κίρρας τὸ Κρισαῖον πεδίον εὔδαιμον. πάλιν γὰρ ἐφεξῆς ἐστιν ἄλλη πόλις Κρῖσα, ἀφʼ ἧς ὁ κόλπος Κρισαῖος· εἶτα Ἀντικύρα, ὁμώνυμος τῇ κατὰ τὸν Μαλιακὸν κόλπον καὶ τὴν Οἴτην. καὶ δή φασιν ἐκεῖ τὸν ἑλλέβορον φύεσθαι τὸν ἀστεῖον, ἐνταῦθα δὲ σκευάζεσθαι βέλτιον, καὶ διὰ τοῦτο ἀποδημεῖν δεῦρο πολλοὺς καθάρσεως καὶ θεραπείας χάριν· γίνεσθαι γάρ τι σησαμοειδὲς φάρμακον ἐν τῇ Φωκικῇ, μεθʼ οὗ σκευάζεσθαι τὸν Οἰταῖον ἑλλέβορον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme