Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 9

3.13 ἑξῆς γὰρ ἐν τῇ παραλίᾳ μετὰ τὴν Ἀντικύραν πολίχνιόν ἐστιν Ὀπισθομάραθος· εἶτʼ ἄκρα Φαρύγιον ἔχουσα ὕφορμον· εἶθʼ ὁ λιμὴν ὕστατος ὁ προσαγορευθεὶς μυχὸς ἀπὸ τοῦ συμβεβηκότος, ὑπὸ τῷ Ἑλικῶνι καὶ τῇ Ἄσκρῃ κείμενος. οὐδʼ αἱ Ἀβαὶ δὲ τὸ μαντεῖον ἄπωθεν τῶν τόπων τούτων ἐστίν, οὐδʼ ἡ Ἄμβρυσος, οὐδʼ ἡ Μεδεὼν ὁμώνυμος τῇ Βοιωτιακῇ. ἔτι δὲ μᾶλλον ἐν τῇ μεσογαίᾳ μετὰ Δελφοὺς ὡς πρὸς τὴν ἕω Δαυλὶς πολίχνιον, ὅπου Τηρέα τὸν Θρᾷκά φασι δυναστεῦσαι· καὶ τὰ περὶ Φιλομήλαν καὶ Πρόκνην ἐκεῖ μυθεύουσιpost μυθεύουσι· Θουκυδίδης δʼ ἐν Μεγάροις φησί. τοὔνομα δὲ τῷ τόπῳ γεγονέναι ἀπὸ τοῦ δάσους· δαυλοὺς γὰρ καλοῦσι τὰ δάση. Ὅμηρος μὲν οὖν Δαυλίδα εἶπεν, οἱ δʼ ὕστερον Δαυλίαν. καὶ τὸ οἳ Κυπάρισσον ἔχον δέχονται διττῶς, οἱ μὲν ὁμωνύμως τῷ φυτῷ οἱ δὲ παρωνύμως κώμην ὑπὸ τῇ Λυκωρείᾳ.
3.14 Πανοπεὺς δʼ ὁ νῦν Φανοτεύς, ὅμορος τοῖς περὶ Λεβάδειαν τόποις, ἡ τοῦ Ἐπειοῦ πατρίς. καὶ τὰ περὶ τὸν Τιτυὸν δὲ ἐνταῦθα μυθεύουσιν. Ὅμηρος δέ φησιν ὅτι οἱ Φαίηκες τὸν Ῥαδάμανθυν εἰς Εὔβοιαν ἤγαγον, ὀψόμενον Τιτυὸν γαιήϊον υἱόν. καὶ Ἐλάριόν τι σπήλαιον ἀπὸ τῆς Τιτυοῦ μητρὸς Ἐλάρας δείκνυται κατὰ τὴν νῆσον καὶ ἡρῷον τοῦ Τιτυοῦ καὶ τιμαί τινες. πλησίον δὲ Λεβαδείας καὶ ἡ Τραχίν, ὁμώνυμος τῇ Οἰταίᾳ, Φωκικὴ πολίχνη· οἱ δʼ ἐνοικοῦντες Τραχίνιοι λέγονται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme