Book 9
4.13
τὴν μὲν οὖν πάροδον Πύλας καλοῦσι καὶ στενὰ καὶ Θερμοπύλας· ἔστι γὰρ καὶ θερμὰ πλησίον ὕδατα τιμώμενα ὡς Ἡρακλέους ἱερά· τὸ δʼ ὑπερκείμενον ὄρος Καλλίδρομον· τινὲς δὲ καὶ τὸ λοιπὸν τὸ διʼ Αἰτωλίας καὶ τῆς Ἀκαρνανίας διῆκον μέχρι τοῦ Ἀμβρακικοῦ κόλπου Καλλίδρομον προσαγορεύουσι. πρὸς δὲ ταῖς Θερμοπύλαις ἐστὶ φρούρια ἐντὸς τῶν στενῶν, Νίκαια μὲν ἐπὶ θάλατταν Λοκρῶν, Τειχιοῦς δὲ καὶ Ἡράκλεια ὑπὲρ αὐτῆς, ἡ Τραχὶν καλουμένη πρότερον, Λακεδαιμονίων κτίσμα· διέχει δὲ τῆς ἀρχαίας Τραχῖνος περὶ ἓξ σταδίους ἡ Ἡράκλεια· ἑξῆς δὲ ἡ Ῥοδουντία, χωρίον ἐρυμνόν.
4.14
ποιεῖ δὲ δυσείσβολα τὰ χωρία ταῦτα ἥ τε τραχύτης καὶ τὸ πλῆθος τῶν ὑδάτων φάραγγας ποιούντων, ἃς διέξεισι. πρὸς γὰρ τῷ Σπερχειῷ τῷ παραρρέοντι τὴν Ἀντικύραν καὶ ὁ Δύρας ἐστίν, ὅν φασιν ἐπιχειρῆσαι τὴν Ἡρακλέους σβέσαι πυράν· καὶ ἄλλος Μέλας διέχων Τραχῖνος εἰς πέντε σταδίους. πρὸς δὲ μεσημβρίαν τῆς Τραχῖνος φησὶν Ἡρόδοτος εἶναι βαθεῖαν διασφάγα, διʼ ἧς Ἀσωπός, ὁμώνυμος τοῖς εἰρημένοις Ἀσωποῖς, εἰς τὴν θάλατταν ἐκπίπτει τὴν ἐκτὸς Πυλῶν, παραλαβὼν καὶ τὸν Φοίνικα ἐκ τῆς μεσημβρίας συμβάλλοντα αὐτῷ, ὁμώνυμον τῷ ἥρωι, οὗ καὶ τάφος πλησίον δείκνυται· στάδιοι δʼ εἰσὶν ἐπὶ Θερμοπύλας ἀπὸ τοῦ Ἀσωποῦ πεντεκαίδεκα.
4.15
τότε μὲν οὖν ἦν ἐνδοξότατα τὰ χωρία ταῦτα, ἡνίκα τῶν κλείθρων ἐκυρίευε τῶν περὶ τὰ στενά, καὶ τοῖς ἔξω τῶν στενῶν πρὸς τοὺς ἐντὸς ἦσαν ἀγῶνες πρωτείων· καθάπερ καὶ πέδας ἐκάλει Φίλιππος τῆς Ἑλλάδος τὴν Χαλκίδα καὶ τὴν Κόρινθον, πρὸς τὰς ἐκ τῆς Μακεδονίας ἀφορμὰς βλέπων· ἐπιδέσμους δʼ οἱ ὕστερον προσηγόρευον ταύτας τε καὶ ἔτι τὴν Δημητριάδα· καὶ γὰρ αὕτη παρόδων ἦν κυρία τῶν περὶ τὰ Τέμπη, τό τε Πήλιον ἔχουσα καὶ τὴν Ὄσσαν. ὕστερον δὲ πάντων ὑπὸ μίαν ἐξουσίαν ὑπηγμένων, ἅπαντʼ ἀτελεύεται πᾶσι καὶ ἀνέῳγε.