Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 9

5.14 ἐπεὶ δʼ ὁ ποιητὴς εἰς πολλὰ καὶ γνώριμα μέρη διελὼν διὰ τὸ ὀνομάζειν τούς τε ἡγεμόνας καὶ τὰς ὑπʼ αὐτοῖς πόλεις τὸν σύμπαντα τῆς Θετταλίας κύκλον διέταξεν, ἡμεῖς ἀκολουθοῦντες τούτῳ πάλιν ὥσπερ ἐν τοῖς ἐπάνω προσεκπληρώσομεν τὴν λοιπὴν περιοδείαν τῆς χώρας. καταλέγει τοίνυν ἐφεξῆς τοῖς ὑπʼ Ἀχιλλεῖ τοὺς ὑπὸ Πρωτεσιλάῳ· οὗτοι δʼ εἰσὶν οἱ καὶ ἐφεξῆς ὄντες τῇ ὑπὸ τῷ Ἀχιλλεῖ παραλίᾳ μέχρι Ἀντρῶνος. ὁριζομένη τοίνυν τῆς ἐφεξῆς ἐστὶν ἡ ὑπὸ τῷ Πρωτεσιλάῳ, ἔξω μὲν οὖσα τοῦ Μαλιακοῦ κόλπου, ἔτι δʼ ἐντὸς τῆς Φθιώτιδος, οὐ μὴν τῆς ὑπὸ τῷ Ἀχιλλεῖ. ἡ μὲν οὖν Φυλάκη ἐγγὺς Θηβῶν ἐστι τῶν Φθιωτίδων, αἵπερ εἰσὶ καὶ αὐταὶ ὑπὸ τῷ Πρωτεσιλάῳ· καὶ Ἅλος δὲ καὶ Λάρισα ἡ Κρεμαστὴ καὶ τὸ Δημήτριον ὑπʼ ἐκείνῳ, πᾶσαι πρὸς ἕω τῆς Ὄθρυος. τὸ δὲ Δημήτριον Δήμητρος εἴρηκε τέμενος καὶ ἐκάλεσε Πύρασον. ἦν δὲ πόλις εὐλίμενος ἡ Πύρασος ἐν δυσὶ σταδίοις, ἔχουσα Δήμητρος ἄλσος καὶ ἱερὸν ἅγιον, διέχουσα Θηβῶν σταδίους εἴκοσι· ὑπέρκεινται δὲ Πυράσου μὲν αἱ Θῆβαι. τῶν Θηβῶν δὲ ἐν τῇ μεσογαίᾳ τὸ Κρόκιον πεδίον πρὸς τῷ καταλήγοντι τῆς Ὄθρυος, διʼ οὗ ὁ Ἄμφρυσος ῥεῖ. τούτου δʼ ὑπέρκειται ὁ Ἴτωνος, ὅπου τὸ τῆς Ἰτωνίας ἱερόν, ἀφʼ οὗ καὶ τὸ ἐν τῇ Βοιωτίᾳ, καὶ ὁ Κουάριος ποταμός· εἴρηται δὲ περὶ τούτου καὶ τῆς Ἄρνης ἐν τοῖς Βοιωτιακοῖς. ταῦτα δʼ ἐστὶ τῆς Θετταλιώτιδος μιᾶς τῶν τεττάρων μερίδων τῆς συμπάσης Θετταλίας, ἧς καὶ τὰ ὑπʼ Εὐρυπύλῳ καὶ ὁ Φύλλος, ὅπου Ἀπόλλωνος τοῦ Φυλλίου ἱερόν, καὶ Ἴχναι, ὅπου ἡ Θέμις Ἰχναία τιμᾶται. καὶ Κίερος δʼ εἰς αὐτὴν συντελεῖ καὶ τἆλλα μέχρι τῆς Ἀθαμανίας. κατὰ δὲ τὸν Ἀντρῶνα ἕρμα ὕφαλον ἐν τῷ πρὸς Εὐβοίᾳ ἐστὶ πόρῳ καλούμενον ὄνος Ἀντρῶνος. εἶτα Πτελεὸν καὶ ὁ Ἅλος· εἶτα τὸ τῆς Δήμητρος ἱερὸν καὶ ὁ Πύρασος κατεσκαμμένος, ὑπὲρ αὐτὸν δὲ αἱ Θῆβαι· εἶτα ἄκρα Πύρρα καὶ δύο νησία πλησίον, ὧν τὸ μὲν Πύρρα τὸ δὲ Δευκαλίων καλεῖται· ἐνταῦθα δὲ καὶ ἡ Φθιῶτίς πως τελευτᾷ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme