Book 9
5.23
τὰ καθʼ ἕκαστα μὲν ταῦτα περὶ Θετταλίας, καθʼ ὅλου δʼ ὅτι Πυρραία πρότερον ἐκαλεῖτο ἀπὸ Πύρρας τῆς Δευκαλίωνος γυναικός, Αἱμονία δὲ ἀπὸ Αἵμονος, Θετταλία δὲ ἀπὸ Θετταλοῦ τοῦ Αἵμονος. ἔνιοι δὲ διελόντες δίχα τὴν μὲν πρὸς νότον λαχεῖν φασι Δευκαλίωνι καὶ καλέσαι Πανδώραν ἀπὸ τῆς μητρός, τὴν δʼ ἑτέραν Αἵμονι, ἀφʼ οὗ Αἱμονίαν λεχθῆναι· μετωνομάσθαι δὲ τὴν μὲν Ἑλλάδα ἀπὸ Ἕλληνος τοῦ Δευκαλίωνος, τὴν δὲ Θετταλίαν ἀπὸ τοῦ υἱοῦ Αἵμονος· τινὲς δὲ ἀπὸ Ἐφύρας τῆς Θεσπρωτίδος ἀπογόνους Ἀντίφου καὶ Φειδίππου, τῶν Θετταλοῦ τοῦ Ἡρακλέους, ἐπελθόντας ἀπὸ Θετταλοῦ τοῦ ἑαυτῶν προγόνου τὴν χώραν ὀνομάσαι. εἴρηται δὲ καὶ Νεσσωνὶς ὀνομασθῆναί ποτε ἀπὸ Νέσσωνος τοῦ Θετταλοῦ, καθάπερ καὶ ἡ λίμνη.