Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 10

21.4 ἐν τούτῳ δὲ οἱ ἐπὶ τῶν τριήρων Ἀθηναῖοι μόγις μὲν καὶ οὐκ ἄνευ κινδύνου, παραπλεύσαντες δὲ ὅμως διὰ τῆς ἰλύος, ἣ ἐπὶ πλεῖστον ἐπέχει τῆς θαλάσσης, καὶ τὰς ναῦς ὅτι ἐγγύτατα τῶν βαρβάρων σχόντες, βέλεσί τε παντοίοις ἐς τὰ πλάγια καὶ τοξεύμασιν ἐς αὐτοὺς ἐχρῶντο. καμνόντων δὲ λόγου μειζόνως τῶν Κελτῶν καὶ ἅτε ἐν στενοχωρίᾳ μικρὰ μὲν δρώντων, διπλάσια δὲ καὶ τετραπλάσια πασχόντων, ἀναχωρεῖν ἐς τὸ στρατόπεδον ἐσήμαινόν σφισιν οἱ ἡγεμόνες. οἱ δὲ ἀτάκτως καὶ σὺν οὐδενὶ ἀναστρέφοντες κόσμῳ πολλοὶ μὲν συνεπατήθησαν ὑπὸ ἀλλήλων, πολλοὶ δὲ ἐς τὸ τέλμα ἐμπεσόντες ἠφανίσθησαν κατὰ τοῦ πηλοῦ, καὶ ἀπώλεια οὐκ ἐλάσσων ἀναχωροῦσιν αὐτοῖς ἢ ἐν τοῦ ἀγῶνος συνέβη τῇ ἀκμῇ.
21.5 τοὺς μὲν δὴ Ἕλληνας τὸ Ἀττικὸν ὑπερεβάλετο ἀρετῇ τὴν ἡμέραν ταύτην· αὐτῶν δὲ Ἀθηναίων Κυδίας μάλιστα ἐγένετο ἀγαθός, νέος τε ἡλικίαν καὶ τότε ἐς ἀγῶνα ἐλθὼν πολέμου πρῶτον. ἀποθανόντος δὲ ὑπὸ τῶν Γαλατῶν τὴν ἀσπίδα οἱ προσήκοντες ἀνέθεσαν τῷ Ἐλευθερίῳ Διί, καὶ ἦν τὸ ἐπίγραμμα· †ημαρλα δὴ ποθέουσα νέαν ἔτι Κυδίου ἥβην ἀσπὶς ἀριζήλου φωτός, ἄγαλμα Διί, ἇς διὰ δὴ πρώτας λαιὸν τότε πῆχυν ἔτεινεν, εὖτʼ ἐπὶ τὸν Γαλάταν ἤκμασε θοῦρος Ἄρης.
21.6 τοῦτο μὲν δὴ ἐπεγέγραπτο πρὶν ἢ τοὺς ὁμοῦ Σύλλᾳ καὶ ἄλλα τῶν Ἀθήνῃσι καὶ τὰς ἐν τῇ στοᾷ τοῦ Ἐλευθερίου Διὸς καθελεῖν ἀσπίδας· τότε δὲ ἐν ταῖς Θερμοπύλαις οἱ μὲν Ἕλληνες μετὰ τὴν μάχην τούς τε αὑτῶν ἔθαπτον καὶ ἐσκύλευον τοὺς βαρβάρους, οἱ Γαλάται δὲ οὔτε ὑπὲρ ἀναιρέσεως τῶν νεκρῶν ἐπεκηρυκεύοντο ἐποιοῦντό τε ἐπʼ ἴσης γῆς σφᾶς τυχεῖν ἢ θηρία τε αὐτῶν ἐμφορηθῆναι καὶ ὅσον τεθνεῶσι πολέμιόν ἐστιν ὀρνίθων.
21.7 ὀλιγώρως δὲ αὐτοὺς ἐς τῶν ἀπογινομένων ἔχειν τὰς ταφὰς δύο ἐμοὶ δοκεῖν τὰ ἀναπείθοντα ἦν, πολεμίους τε ἄνδρας ἐκπλῆξαι καὶ ὅτι ἔστι τεθνεώτων οὐ διʼ ἔθους οἶκτος αὐτοῖς. ἀπέθανον δὲ παρὰ τὴν μάχην τεσσαράκοντα μὲν τοῦ Ἑλληνικοῦ, τοὺς δὲ τῶν βαρβάρων οὐχ οἷόν τε ἦν ἀκριβῶς ἐξευρεῖν· πολὺ γὰρ καὶ τὸ ἀφανισθὲν κατὰ τῆς ἰλύος ἐγένετο ἐξ αὐτῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme