Book 2
31.7
κεῖνται δὲ ἐν στοᾷ τῆς ἀγορᾶς γυναῖκες λίθου καὶ αὐταὶ καὶ οἱ παῖδες. εἰσὶ δὲ ἃς Ἀθηναῖοι Τροιζηνίοις γυναῖκας καὶ τέκνα ἔδωκαν σώζειν, ἐκλιπεῖν σφισιν ἀρέσαν τὴν πόλιν μηδὲ στρατῷ πεζῷ τὸν Μῆδον ἐπιόντα ὑπομεῖναι. λέγονται δὲ οὐ πασῶν τῶν γυναικῶν—οὐ γὰρ δὴ πολλαί τινες ἐκεῖναι—, ὁπόσαι δὲ ἀξιώματι προεῖχον, τούτων εἰκόνας ἀναθεῖναι μόνων.
31.8
τοῦ δὲ ἱεροῦ τοῦ Ἀπόλλωνός ἐστιν οἰκοδόμημα ἔμπροσθεν, Ὀρέστου καλούμενον σκηνή. πρὶν γὰρ ἐπὶ τῷ αἵματι καθαρθῆναι τῆς μητρός, Τροιζηνίων οὐδεὶς πρότερον ἤθελεν αὐτὸν οἴκῳ δέξασθαι· καθίσαντες δὲ ἐνταῦθα ἐκάθαιρον καὶ εἱστίων, ἐς ὃ ἀφήγνισαν. καὶ νῦν ἔτι οἱ ἀπόγονοι τῶν καθηράντων ἐνταῦθα δειπνοῦσιν ἐν ἡμέραις ῥηταῖς. κατορυχθέντων δὲ ὀλίγον ἀπὸ τῆς σκηνῆς τῶν καθαρσίων φασὶν ἀπʼ αὐτῶν ἀναφῦναι δάφνην, ἣ δὴ καὶ ἐς ἡμᾶς ἔστιν, ἡ πρὸ τῆς σκηνῆς ταύτης.
31.9
καθῆραι δέ φασιν Ὀρέστην καθαρσίοις καὶ ἄλλοις καὶ ὕδατι τῷ ἀπὸ τῆς Ἵππου κρήνης. ἔστι γὰρ καὶ Τροιζηνίοις Ἵππου καλουμένη κρήνη, καὶ ὁ λόγος ἐς αὐτὴν διαφόρως τῷ Βοιωτῶν ἔχει· Πηγάσῳ γὰρ τῷ ἵππῳ καὶ οὗτοι λέγουσι τὸ ὕδωρ ἀνεῖναι τὴν γῆν θιγόντι τοῦ ἐδάφους τῇ ὁπλῇ, Βελλεροφόντην δὲ ἐλθεῖν ἐς Τροιζῆνα γυναῖκα αἰτήσοντα Αἴθραν παρὰ Πιτθέως, πρὶν δὲ γῆμαι συμβῆναί οἱ φυγεῖν ἐκ Κορίνθου.
31.10
καὶ Ἑρμῆς ἐνταῦθά ἐστι Πολύγιος καλούμενος. πρὸς τούτῳ τῷ ἀγάλματι τὸ ῥόπαλον θεῖναί φασιν Ἡρακλέα· καὶ—ἦν γὰρ κοτίνου—τοῦτο μὲν ὅτῳ πιστὰ ἐνέφυ τῇ γῇ καὶ ἀνεβλάστησεν αὖθις καὶ ἔστιν ὁ κότινος πεφυκὼς ἔτι, τὸν δὲ Ἡρακλέα λέγουσιν ἀνευρόντα τὸν πρὸς τῇ Σαρωνίδι κότινον ἀπὸ τούτου τεμεῖν ῥόπαλον. ἔστι δὲ καὶ Διὸς ἱερὸν ἐπίκλησιν Σωτῆρος· ποιῆσαι δὲ αὐτὸ βασιλεύοντα Ἀέτιον τὸν Ἄνθα λέγουσιν. ὕδωρ δὲ ὀνομάζουσι Χρυσορόαν· αὐχμοῦ δὲ ἐπὶ ἔτη συμβάντος σφίσιν ἐννέα, ἐν οἷς οὐχ ὗεν ὁ θεός, τὰ μὲν ἄλλα ἀναξηρανθῆναί φασιν ὕδατα, τὸν δὲ Χρυσορόαν τοῦτον καὶ τότε ὁμοίως διαμεῖναι ῥέοντα.