Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 3

5.8 Ἀγησίπολις δὲ ἐπεὶ τὴν βασιλείαν ἔσχεν αὐξηθείς, Πελοποννησίων πρώτοις ἐπολέμησεν Ἀργείοις. ὡς δὲ ἐκ τῆς Τεγεατῶν ἐς τὴν Ἀργολίδα ἤγαγε τὸν στρατόν, πέμπουσι κήρυκα οἱ Ἀργεῖοι σπεισόμενον πρὸς Ἀγησίπολίν σφισι πατρῴους δή τινας σπονδὰς ἐκ παλαιοῦ καθεστώσας τοῖς Δωριεῦσι πρὸς ἀλλήλους. ὁ δὲ οὔτε τῷ κήρυκι ἐσπείσατο καὶ προϊὼν ὁμοῦ τῇ στρατιᾷ τὴν γῆν ἔφθειρεν· ἔσεισέ τε δὴ ὁ θεὸς καὶ ὁ Ἀγησίπολις οὐδʼ οὕτω τὴν δύναμιν ἀπάξειν ἔμελλε, καίτοι Λακεδαιμονίοις μάλιστα Ἑλλήνων—ὡσαύτως δὲ καὶ Ἀθηναίοις—δεῖμα αἱ διοσημεῖαι παρείχοντο.
5.9 καὶ ὁ μὲν ὑπὸ τὸ τεῖχος κατεστρατοπεδεύετο ἤδη τὸ Ἀργείων καὶ οὐ παρίει σείων ὁ θεὸς καί τινες καὶ ἀπώλοντο τῶν στρατιωτῶν κεραυνωθέντες, τοὺς δὲ καὶ ἔκφρονας ἐποίησαν αἱ βρονταί. οὕτω μὲν δὴ ἐκ τῆς Ἀργολίδος ἀνέζευξεν ἄκων, ἐπὶ δὲ Ὀλυνθίους ἐποιεῖτο αὖθις στρατείαν. κρατοῦντα δὲ αὐτὸν τῷ πολέμῳ καὶ ᾑρηκότα τῶν τε ἄλλων πόλεων τῶν ἐν Χαλκιδεῦσι τὰς πολλὰς καὶ αὐτὴν ἐλπίζοντα αἱρήσειν τὴν Ὄλυνθον νόσος τε ἐξαίφνης καὶ θάνατος ἐπέλαβεν ἀπʼ αὐτῆς.
6.1 Ἀγησιπόλιδος δὲ ἄπαιδος τελευτήσαντος ἐς Κλεόμβροτον περιῆλθεν ἡ ἀρχή, καὶ ὑπὸ ἡγεμόνι τούτῳ Βοιωτοῖς ἐναντία ἠγωνίσαντο ἐν Λεύκτροις· Κλεόμβροτος δὲ αὐτὸς γενόμενος ἀνὴρ ἀγαθὸς ἀρχομένης ἔτι ἔπεσε τῆς μάχης. μάλιστα δέ πως ἐπὶ πταίσμασιν ἐθέλει μεγάλοις προαφαιρεῖσθαι τὸν ἡγεμόνα ὁ δαίμων, καθὰ δὴ καὶ Ἀθηναίων ἀπῆγεν Ἱπποκράτην τε τὸν Ἀρίφρονος στρατηγοῦντα ἐπὶ Δηλίῳ καὶ ὕστερον ἐν Θεσσαλίᾳ Λεωσθένην.
6.2 Κλεομβρότου δὲ ὁ μὲν πρεσβύτερος τῶν παίδων Ἀγησίπολις παρέσχετο μέγα οὐδὲν ἐς μνήμην, Κλεομένης δὲ ὁ νεώτερος μετὰ τὸν ἀδελφὸν τελευτήσαντα ἔσχε τὴν ἀρχήν. γενομένων δὲ αὐτῷ παίδων Ἀκροτάτου καὶ ἐπʼ αὐτῷ Κλεωνύμου κατήγαγε τὸ χρεὼν Ἀκρότατον ἔτι πρότερον ἢ αὐτὸν Κλεομένην, καὶ ὡς Κλεομένης ἀπέθανεν ὕστερον, ἐς ἀντιλογίαν ἀφίκοντο ὑπὲρ τῆς βασιλείας Κλεώνυμός τε ὁ Κλεομένους καὶ Ἀρεὺς ὁ Ἀκροτάτου. δικάζουσιν οὖν οἱ γέροντες Ἀρεῖ τῷ Ἀκροτάτου καὶ οὐχὶ Κλεωνύμῳ πατρῴαν εἶναι τὴν τιμήν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme