Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 3

14.6 καλοῦσι δὲ Λακεδαιμόνιοι Δρόμον, ἔνθα τοῖς νέοις καὶ ἐφʼ ἡμῶν ἔτι δρόμου μελέτη καθέστηκεν. ἐς τοῦτον τὸν Δρόμον ἰόντι ἀπὸ τοῦ τάφου τῶν Ἀγιαδῶν ἔστιν ἐν ἀριστερᾷ μνῆμα Εὐμήδους, Ἱπποκόωντος δὲ καὶ οὗτος ἦν ὁ Εὐμήδης· ἔστι δὲ ἄγαλμα ἀρχαῖον Ἡρακλέους, ᾧ θύουσιν οἱ Σφαιρεῖς· οἱ δέ εἰσιν οἱ ἐκ τῶν ἐφήβων ἐς ἄνδρας ἀρχόμενοι συντελεῖν. πεποίηται δὲ καὶ γυμνάσια ἐν τῷ Δρόμῳ, τὸ ἕτερον Εὐρυκλέους ἀνάθημα ἀνδρὸς Σπαρτιάτου· τοῦ Δρόμου δὲ ἐκτὸς κατὰ τοῦ Ἡρακλέους τὸ ἄγαλμα ἔστιν οἰκία τὰ ἐφʼ ἡμῶν ἰδιώτου, Μενελάου τὸ ἀρχαῖον. προελθόντι δὲ ἀπὸ τοῦ Δρόμου Διοσκούρων ἱερὸν καὶ Χαρίτων, τὸ δὲ Εἰλειθυίας ἐστὶν Ἀπόλλωνός τε Καρνείου καὶ Ἀρτέμιδος Ἡγεμόνης·
14.7 τὸ δὲ τοῦ Ἀγνίτα πεποίηται μὲν ἐν δεξιᾷ τοῦ Δρόμου, Ἀσκληπιοῦ δέ ἐστιν ἐπίκλησις ὁ Ἀγνίτας, ὅτι ἦν ἄγνου τῷ θεῷ ξόανον· ἡ δὲ ἄγνος λύγος καὶ αὐτὴ κατὰ ταὐτά ἐστι τῇ ῥάμνῳ. τοῦ Ἀσκληπιοῦ δὲ οὐ πόρρω τρόπαιον ἕστηκε, Πολυδεύκην δὲ ἀναστῆσαί φασιν ἐπὶ Λυγκεῖ· καί μοι κἀμοὶ καὶ τοῦτο ἀποφαίνει τὸν λόγον εἰκότα, οὐ ταφῆναι τοὺς Ἀφαρέως παῖδας ἐν Σπάρτῃ. πρὸς δὲ τοῦ Δρόμου τῇ ἀρχῇ Διόσκουροί τέ εἰσιν Ἀφετήριοι καὶ ὀλίγον προελθόντι ἡρῷον Ἄλκωνος· τὸν δὲ Ἄλκωνα λέγουσιν Ἱπποκόωντας παῖδα εἶναι. παρὰ δὲ τοῦ Ἄλκωνος τὸ ἡρῷον Ποσειδῶνός ἐστιν ἱερόν, Δωματίτην δὲ ἐπονομάζουσιν.
14.8 καὶ χωρίον Πλατανιστᾶς ἐστιν ἀπὸ τῶν δένδρων, αἳ δὴ ὑψηλαὶ καὶ συνεχεῖς περὶ αὐτὸ αἱ πλάτανοι πεφύκασιν. αὐτὸ δὲ τὸ χωρίον, ἔνθα τοῖς ἐφήβοις μάχεσθαι καθέστηκε, κύκλῳ μὲν εὔριπος περιέχει κατὰ ταὐτὰ καὶ εἰ νῆσον θάλασσα, ἔφοδοι δὲ ἐπὶ γεφυρῶν εἰσι. γεφυρῶν δὲ ἐφʼ ἑκατέρᾳ τῇ μέν ἐστιν ἄγαλμα Ἡρακλέους, τῇ δὲ εἰκὼν Λυκούργου· νόμους δὲ ἔς τε τὴν ἄλλην πολιτείαν καὶ ἐς τὴν μάχην τῶν ἐφήβων ἔθηκεν ὁ Λυκοῦργος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme