Book 3
22.7
ἑορτὴν δὲ ἄγουσι τῷ θεῷ κατὰ ἔτος, ἐν ᾗ γυναιξίν ἐστιν ἀπηγορευμένον ἐσελθεῖν ἐς τὸ ἄλσος. περὶ δὲ τὴν ἀγοράν σφισιν αἱ πηγαὶ τῶν ποτίμων εἰσὶν ὑδάτων. ἐν δὲ τῇ ἀκροπόλει ναός ἐστιν Ἀπόλλωνος καὶ ἀγάλματος ἐλέφαντος πεποιημένου κεφαλή· τὰ δὲ λοιπὰ τοῦ ἀγάλματος πῦρ ἠφάνισεν ὁμοῦ τῷ προτέρῳ ναῷ.
22.8
Μαριὸς δὲ ἄλλο Ἐλευθερολακώνων πόλισμα, ὃ ἀπὸ Γερονθρῶν στάδια ἑκατὸν ἀφέστηκεν. ἱερόν ἐστιν αὐτόθι ἀρχαῖον κοινὸν θεῶν ἁπάντων καὶ περὶ αὐτὸ ἄλσος παρεχόμενον πηγάς, εἰσὶ δὲ καὶ ἐν Ἀρτέμιδος ἱερῷ πηγαί· ὕδωρ δὲ ἄφθονον εἴπερ ἄλλο τι χωρίον παρέχεται καὶ Μαριός. κώμη δὲ ὑπὲρ τὸ πόλισμά ἐστιν ἐν μεσογαίᾳ καὶ αὐτή, Γλυππία· καὶ ἐς κώμην ἑτέραν Σελινοῦντα ἐκ Γερονθρῶν ἐστιν ὁδὸς σταδίων εἴκοσι.
22.9
τάδε μὲν ἀπὸ Ἀκριῶν ἄνω πρὸς ἤπειρον· τὰ δὲ πρὸς θαλάσσῃ, πόλις Ἀσωπὸς Ἀκριῶν ἀπέχει σταδίους ἑξήκοντα. ἐν αὐτῇ δὲ ναός τε Ῥωμαίων βασιλέων καὶ ἀνωτέρω τῆς πόλεως ὅσον τε σταδίους δώδεκα καὶ ἱερόν ἐστιν Ἀσκληπιοῦ· Φιλόλαον τὸν θεὸν ὀνομάζουσι. τὰ δὲ ὀστᾶ ἐν τῷ γυμνασίῳ τὰ τιμώμενα μεγέθει μὲν ὑπερβάλλοντα, ἀνθρώπου δὲ ὅμως ἐστί. καὶ Ἀθηνᾶς ἱερόν ἐστιν ἐν τῇ ἀκροπόλει Κυπαρισσίας ἐπίκλησιν. τῆς δὲ ἀκροπόλεως πρὸς τοῖς ποσὶ πόλεως ἐρείπια καλουμένης Ἀχαιῶν τῶν Παρακυπαρισσίων.
22.10
ἔστι δὲ ἐν τῇ γῇ ταύτῃ καὶ ἱερὸν Ἀσκληπιοῦ στάδια ἀπέχον ὡς πεντήκοντα Ἀσωποῦ· τὸ δὲ χωρίον, ἔνθα τὸ Ἀσκληπιεῖον, Ὑπερτελέατον ὀνομάζουσιν. ἄκρα δὲ ἀνέχουσα ἐς θάλασσαν ἀφέστηκεν Ἀσωποῦ διακόσια στάδια· καλοῦσι δὲ Ὄνου γνάθον τὴν ἄκραν. ἐνταῦθά ἐστιν Ἀθηνᾶς ἱερὸν ἄγαλμα οὐκ ἔχον, οὐδὲ ὄροφος ἔπεστιν ἐπʼ αὐτῷ· λέγεται δὲ ὡς ὑπὸ Ἀγαμέμνονος ἐποιήθη. ἔστι δὲ καὶ μνῆμα Κινάδου· νεὼς τῆς Μενελάου καὶ οὗτος κυβερνήτης ἦν.