Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 4

8.7 ἴδια μὲν τοιαῦτα ἐν ἑκατέρῳ τῷ στρατεύματι ἔς τε τὰ ἔργα ἦν καὶ ἐς τὰς γνώμας τῶν μαχομένων, κοινὰ δὲ ἀπʼ ἀμφοτέρων· οὔτε γὰρ ἱκεσίαις οἱ φονευόμενοι καὶ χρημάτων ὑποσχέσεσιν ἐχρῶντο, τάχα μέν που μὴ πείσειν διὰ τὸ ἔχθος ἀπεγνωκότες, τὸ δὲ πλεῖστον ἀπαξιοῦντες ὡς οὐ τὰ πρότερά γε κακιοῦσιν· οἵ τε ἀποκτείνοντες ἀπείχοντο καὶ αὐχήματος ὁμοίως καὶ ὀνειδῶν, οὐκ ἔχοντές πω βεβαίαν οὐδέτεροι τὴν ἐλπίδα εἰ κρατήσουσι. παραδοξότατα δὲ ἀπέθνησκον οἱ τῶν κειμένων σκυλεύειν τινὰ ἐπιχειροῦντες· ἢ γὰρ τοῦ σώματος γυμνόν τι ὑποφήναντες ἠκοντίζοντο καὶ ἐτύπτοντο οὐ προορώμενοι διὰ τὴν ἐν τῷ παρόντι ἀσχολίαν, ἢ καὶ ὑπὸ τῶν σκυλευομένων ἔτι ἐμπνεόντων διεφθείροντο.
8.8 ἐμάχοντο δὲ καὶ οἱ βασιλεῖς ἀξίως λόγου, Θεόπομπος δὲ καὶ ἀκρατέστερον ὥρμητο ὡς αὐτὸν ἀποκτενῶν Εὐφαῆ. Εὐφαὴς δὲ ὁρῶν ἐπιόντα εἶπεν ἄρα πρὸς τὸν Ἄντανδρον οὐδὲν εἶναι τὰ Θεοπόμπου διάφορα ἢ ὅσα ὁ πρόγονος αὐτοῦ Πολυνείκης ἐτόλμησε· Πολυνείκην τε γὰρ στρατιὰν ἐπὶ τὴν πατρίδα ἀγαγόντα ἐξ Ἄργους ἀποκτεῖναι τὸν ἀδελφὸν αὐτοχειρὶ καὶ ἀποθανεῖν ὑπὸ ἐκείνου, Θεόπομπόν τε ἐθέλειν ἐς τὸ ἴσον καταστῆσαι μιάσματος τοῖς ἀπὸ Λαΐου καὶ Οἰδίποδος τὸ Ἡρακλειδῶν γένος· οὐ μέντοι χαίροντά γε ἀπὸ τῆς μάχης διακριθήσεσθαι. τοιαῦτα ἐπιλέγων ἀντεπῄει καὶ οὗτος.
8.9 ἐνταῦθα ἥ τε πᾶσα μάχη κεκμηκότων ὅμως ἐς τὸ ἀκμαιότατον αὖθις ἤρθη, καὶ τοῖς τε σώμασιν ἀνερρώννυντο καὶ τὸ ἀφειδὲς ἐς τὸν θάνατον παρʼ ἀμφοτέρων ηὐξάνετο, ὥστε εἰκάσαι ἄν τις τοῦ ἔργου τότε σφᾶς πρῶτον ἅπτεσθαι. τέλος δὲ οἱ περὶ τὸν Εὐφαῆ τῆς τε ἀπονοίας τῷ ὑπερβάλλοντι μανίας ὄντες ἐγγύτατα καὶ ὑπʼ ἀνδραγαθίας—πᾶν γὰρ δὴ τὸ περὶ τὸν βασιλέα οἱ λογάδες τῶν Μεσσηνίων ἦσαν—βιάζονται τοὺς ἀντιτεταγμένους· καὶ αὐτόν τε Θεόπομπον ἀπώσαντο καὶ Λακεδαιμονίων τοὺς καθʼ αὑτοὺς ἐτρέψαντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme