Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 4

18.6 καὶ ὁ μὲν ὡς ἐς τὸ τέρμα ἦλθε τοῦ βαράθρου, κατεκλίθη τε καὶ ἐφελκυσάμενος τὴν χλαμύδα ἀνέμενεν ὡς πάντως οἱ ἀποθανεῖν πεπρωμένον· τρίτῃ δὲ ὕστερον ἡμέρᾳ ψόφου τε αἰσθάνεται καὶ ἐκκαλυψάμενος—ἐδύνατο δὲ ἤδη διὰ τοῦ σκότους διορᾶν—ἀλώπεκα εἶδεν ἁπτομένην τῶν νεκρῶν. ὑπονοήσας δὲ ἔσοδον εἶναι τῷ θηρίῳ ποθέν, ἀνέμενεν ἐγγύς οἱ τὴν ἀλώπεκα γενέσθαι, γενομένης δὲ λαμβάνεται· τῇ δὲ ἑτέρᾳ χειρί, ὁπότε ἐς αὐτὸν ἐπιστρέφοιτο, τὴν χλαμύδα προὔβαλλέν οἱ καὶ δάκνειν παρεῖχε. τὰ μὲν δὴ πλείω θεούσῃ συνέθει, τὰ δὲ ἄγαν δυσέξοδα καὶ ἐφείλκετο ὑπʼ αὐτῆς· ὀψὲ δέ ποτε ὀπήν τε εἶδεν ἀλώπεκι ἐς διάδυσιν ἱκανὴν καὶ φέγγος διʼ αὐτῆς.
18.7 καὶ τὴν μέν, ὡς ἀπὸ τοῦ Ἀριστομένους ἠλευθερώθη, τὸ φωλίον ἔμελλεν ὑποδέξεσθαι· Ἀριστομένης δὲ—οὐ γάρ τι ἡ ὀπὴ καὶ τούτῳ παρέχειν ἐδύνατο ἔξοδον—εὐρυτέραν τε ταῖς χερσὶν ἐποίησε καὶ οἴκαδε ἐς τὴν Εἶραν ἀποσώζεται, παραδόξῳ μὲν τῇ τύχῃ καὶ ἐς τὴν ἅλωσιν χρησάμενος, τὸ γάρ οἱ φρόνημα ἦν καὶ τὰ τολμήματα μείζονα ἢ ὡς ἐλπίσαι τινὰ Ἀριστομένην αἰχμάλωτον ἂν γενέσθαι, παραδοξοτέρα δέ ἐστι καὶ πάντων προδηλότατα οὐκ ἄνευ θεοῦ ἡ ἐκ τοῦ Κεάδα σωτηρία.
19.1 Λακεδαιμονίοις δὲ παραυτίκα μὲν ὑπὸ ἀνδρῶν ἀπηγγέλλετο αὐτομόλων, ὡς Ἀριστομένης ἐπανήκοι σῶς· νομιζομένου δὲ ἀπίστου κατὰ ταὐτὰ ἢ εἴ τινα τεθνεῶτα ἐλέγετο ἀναβιῶναι, παρʼ αὐτοῦ τοιόνδε Ἀριστομένους ὑπῆρξεν ἐς πίστιν. Κορίνθιοι Λακεδαιμονίοις δύναμιν ὡς συνεξαιρήσοντας τὴν Εἶραν ἀποστέλλουσι.
19.2 τούτους παρὰ τῶν κατασκόπων πυνθανόμενος ὁ Ἀριστομένης τῇ πορείᾳ τε ἀτακτότερον χρῆσθαι καὶ ταῖς στρατοπεδείαις ἀφυλάκτως, ἐπιτίθεται νύκτωρ σφίσι· καὶ τῶν τε ἄλλων καθευδόντων ἔτι ἐφόνευσε τοὺς πολλοὺς καὶ τοὺς ἡγεμόνας Ὑπερμενίδην καὶ Ἀχλαδαῖον καὶ Λυσίστρατον καὶ Σίδεκτον ἀποκτίννυσι. διαρπάσας δὲ καὶ τὴν σκηνὴν τὴν στρατηγίδα παρέστησεν εὖ εἰδέναι Σπαρτιάταις ὡς Ἀριστομένης καὶ οὐκ ἄλλος Μεσσηνίων ἐστὶν ὁ ταῦτα εἰργασμένος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme