Book 4
20.5
μετὰ δὲ τοῦτο τοῖς Μεσσηνίοις ἤρχετο, καθὸ καὶ Τρωσὶν ἔτι πρότερον, γίνεσθαι κακὰ ἀπὸ μοιχείας. ἐπεκράτουν μὲν αὐτοὶ ἐπεὶ ἐκράτουν τοῦ τε ὄρους καὶ τοῦ πρὸς τὴν Εἶραν ἄχρι τῆς Νέδας, ἦσαν δὲ οἰκήσεις καὶ ἔξω πυλῶν ἐνίοις. αὐτόμολος δὲ ἐς αὐτοὺς ἐκ τῆς Λακωνικῆς ἄλλος μὲν ἀφίκετο οὐδείς, οἰκέτης δὲ Ἐμπεράμου βουκόλος ἐλαύνων τοῦ δεσπότου τὰς βοῦς· ὁ δὲ Ἐμπέραμος ἦν ἀνὴρ ἐν Σπάρτῃ δόκιμος.
20.6
οὗτος ὁ βουκόλος ἔνεμεν οὐ πόρρω τῆς Νέδας. ἀνδρὸς οὖν τῶν Μεσσηνίων τῶν οὐκ ἐντὸς τείχους ἐχόντων οἴκησιν γυναῖκα εἶδεν ἐφʼ ὕδωρ ἐλθοῦσαν· ἐρασθεὶς δὲ διαλεχθῆναί τε ἐτόλμησε καὶ δοὺς δῶρα συγγίνεται. καὶ ἀπὸ τούτου τὸν ἄνδρα παρεφύλασσεν αὐτῆς, ὁπότε ἀποχωρήσειεν ἐς τὴν φρουράν. ἀνὰ μέρος δὲ τοῖς Μεσσηνίοις τῆς ἀκροπόλεως ἐπήγετο ἡ φυλακή· ταύτῃ γὰρ τοὺς πολεμίους μάλιστα ἐδεδοίκεσαν μὴ ὑπερβῶσιν αὐτοῖς ἐς τὴν πόλιν. ὁπότε οὖν οὗτος ἀποχωρήσειε, τηνικαῦτα ὁ βουκόλος ἐφοίτα παρὰ τὴν γυναῖκα.
20.7
καί ποτε ἔτυχε σὺν ἄλλοις ἐς ἐκεῖνον περιήκουσα ἐν τῇ νυκτὶ ἡ φυλακή, ἔτυχε δὲ καὶ ὕειν πολλῷ τὸν θεόν, καὶ ἐκλείπουσιν οἱ Μεσσήνιοι τὴν φρουράν· τὸ γὰρ ὕδωρ ἐβιάζετο σφᾶς ἀθρόον ἐκ τοῦ οὐρανοῦ καταχεόμενον, οὔτε ἐπάλξεων ἐνῳκοδομημένων οὔτε πύργων ὑπὸ σπουδῆς τοῦ τειχισμοῦ, καὶ ἅμα οὐδὲ κινήσεσθαι τοὺς Λακεδαιμονίους ἤλπιζον ἐν ἀσελήνῳ νυκτὶ καὶ οὕτω χειμερίῳ.
20.8
Ἀριστομένης δὲ οὐ πολλαῖς πρότερον ἡμέραις Κεφαλλῆνα ἔμπορον, ἑαυτῷ ξένον καὶ ἐσάγοντα ἐς τὴν Εἶραν ὁπόσων ἐδέοντο, ἑαλωκότα ὑπὸ Λακεδαιμονίων καὶ τοξοτῶν Ἀπτεραίων ὧν ἦρχεν Εὐρύαλος Σπαρτιάτης, τοῦτον τὸν Κεφαλλῆνα ἀφαιρούμενος ἐκεῖνον μὲν καὶ τὰ χρήματα ὁπόσα ἦγεν ἀπέσωσεν, αὐτὸς δὲ ἐτέτρωτο καὶ οὐκ ἐδύνατο ἐπιφοιτᾶν τοῖς φυλάσσουσι καθάπερ εἰώθει. τοῦτο μάλιστα αἴτιον ἐγένετο ἐκλειφθῆναι τὴν ἀκρόπολιν·