Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 4

20.9 τῶν τε δὴ ἄλλων ἕκαστος ἀνεχώρησεν ἀπὸ τῆς φρουρᾶς καὶ τῆς ὑπὸ τοῦ βουκόλου μοιχευομένης ὁ ἀνήρ. ἡ δὲ τηνικαῦτα ἔνδον εἶχε τὸν βουκόλον, αἰσθάνεταί τε τοῦ ἀνδρὸς ἐπιόντος καὶ αὐτίκα ὡς τάχους εἶχεν ἀποκρύπτει τὸν ἄνθρωπον. ἐσελθόντα δὲ τὸν ἄνδρα ἐφιλοφρονεῖτο ὡς οὔπω πρότερον καὶ ἠρώτα καθʼ ἥν τινα αἰτίαν ἥκοι. ὁ δὲ οὔτε μεμοιχευμένην εἰδὼς οὔτε ἔνδον ὄντα τὸν βουκόλον ἐχρῆτο τῷ ἀληθεῖ λόγῳ, καὶ αὐτός τε διὰ τοῦ ὄμβρου τὸ βίαιον καὶ τῶν ἄλλων ἕκαστον ἔφασκεν ἀπολελοιπέναι τὴν φρουράν.
20.10 ἐπηκροᾶτο δὲ λέγοντος ὁ βουκόλος, καὶ ὡς ἀκριβῶς ἐπύθετο ἕκαστα, αὖθις ἐκ τῶν Μεσσηνίων ἐς τοὺς Λακεδαιμονίους ἀφίκετο αὐτόμολος. Λακεδαιμονίοις δὲ οἱ μὲν βασιλεῖς ἀπὸ στρατοπέδου τηνικαῦτα ἀπῆσαν, πολεμαρχῶν δὲ τότε Ἐμπέραμος ὁ τοῦ βουκόλου δεσπότης προσεκάθητο τῇ Εἴρᾳ. ἀφικόμενος οὖν ἐς τοῦτον πρῶτα μὲν τὸ ἐπὶ τῷ δρασμῷ παρῃτεῖτο ἁμάρτημα, δεύτερα δὲ ἀνεδίδασκεν ὡς τὴν Εἶραν ἐν τῷ παρόντι μάλιστα αἱρήσουσιν, αὐτὰ ἕκαστα ὁπόσα ᾔσθετο τοῦ Μεσσηνίου διηγούμενος.
21.1 ἔδοξέ τε δὴ λέγειν πιστὰ καὶ ἡγεῖτο Ἐμπεράμῳ καὶ τοῖς Σπαρτιάταις. ἦν δὲ ἡ πορεία χαλεπή σφισιν ἅτε ἐν σκότῳ καὶ οὐκ ἀνιέντος τοῦ ὑετοῦ· ὅμως δὲ ὑπὸ προθυμίας ἤνυσαν, καὶ ὡς κατὰ τὴν ἀκρόπολιν τῆς Εἴρας ἐγένοντο, ὑπερέβαινον κλίμακάς τε προστιθέντες καὶ ὅτῳ τις ἐδύνατο ἄλλῳ τρόπῳ. τοῖς δὲ Μεσσηνίοις παρείχετο μὲν τοῦ παρόντος κακοῦ καὶ ἄλλα αἴσθησιν, μάλιστα δὲ οἱ κύνες οὐ κατὰ τὰ εἰωθότα ὑλακτοῦντες, ἀλλὰ συνεχεστέρᾳ καὶ βιαιοτέρᾳ τῇ κραυγῇ χρώμενοι. γνόντες οὖν τὸν ὕστατον ὁμοῦ καὶ ἀναγκαιότατον σφᾶς ἀγῶνα ἐπειληφότα, οὐδὲ τὰ ὅπλα ἅπαντα ἀνελάμβανον, ἀλλʼ ὅτῳ προχείρῳ μάλιστα ἐντύχοι τις, ἁρπάζοντες ἤμυνον τῇ πατρίδι, ἣ μόνη σφίσιν ἐλείπετο ἐκ τῆς Μεσσηνίας πάσης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme