Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 4

21.2 πρῶτοι δὲ ᾔσθοντο ἔνδον τῶν πολεμίων ὄντων καὶ ἐβοήθουν ἐπʼ αὐτοὺς πρῶτοι Γόργος τε ὁ Ἀριστομένους καὶ Ἀριστομένης αὐτὸς Θέοκλός τε ὁ μάντις καὶ Μάντικλος ὁ Θεόκλου, σὺν δὲ αὐτοῖς Εὐεργετίδας ἀνὴρ καὶ ἄλλως ἐν Μεσσήνῃ τιμώμενος καὶ διὰ τὴν γυναῖκα ἐπὶ πλέον ἀξιώματος ἥκων· ἀδελφὴν γὰρ εἶχεν Ἀριστομένους Ἁγναγόραν. τότε δὲ οἱ μὲν ἄλλοι, συνιέντες ὡς ἐν δικτύοις εἰσὶν ἐσχημένοι, ὅμως καὶ ἐκ τῶν παρόντων εἶχόν τινα ἐλπίδα·
21.3 Ἀριστομένης δὲ καὶ ὁ μάντις ἠπίσταντο μὲν οὐδεμίαν ἔτι ἀναβολὴν ὀλέθρου Μεσσηνίοις οὖσαν, ἅτε εἰδότες καὶ τὸν χρησμὸν ὃν ᾐνίξατο ἐς τὸν τράγον· ἡ Πυθία, ἐπέκρυπτον δὲ οὐδὲν ἧσσον, καὶ ἦν σφισιν ἐς τοὺς ἄλλους ἀπόρρητον. ἐπιόντες δὲ τὴν πόλιν σπουδῇ καὶ ἐπὶ πάντας ἐρχόμενοι τοῖς τε ἐντυγχάνουσιν, ὁπότε αἰσθάνοιντο ὄντας Μεσσηνίους, παρεκελεύοντο ἄνδρας ἀγαθοὺς εἶναι καὶ ἐκ τῶν οἰκιῶν ἀνεκάλουν τοὺς ἔτι ὑπολειπομένους.
21.4 ἐν μὲν δὴ νυκτὶ οὐδὲν ἄξιον ἐπράχθη λόγου παρʼ οὐδετέρων· τοῖς μὲν γὰρ ἡ ἀπειρία τῶν τόπων καὶ ἡ τόλμα τοῦ Ἀριστομένους παρεῖχε μελλησμόν, τοῖς δὲ Μεσσηνίοις οὔτε παρὰ τῶν στρατηγῶν σύνθημα ἐγεγόνει φθάνοντας εἰληφέναι τάς τε δᾷδας, ἢ εἴ τινα λαμπτῆρα ἀλλοῖον ἅψαιτό τις, ὕων ἂν ἐσβέννυεν ὁ θεός.
21.5 ἐπειδὴ δὲ ἡμέρα τε ἦν καὶ ἀλλήλους καθορᾶν ἐδύναντο, ἐνταῦθα Ἀριστομένης καὶ Θέοκλος ἐπειρῶντο ἐς πᾶσαν ἀπόνοιαν προάγειν τοὺς Μεσσηνίους, ἄλλα τε ὁπόσα εἰκὸς ἦν διδάσκοντες καὶ Σμυρναίων τὰ τολμήματα ἀναμιμνήσκοντες, ὡς Ἰώνων μοῖρα ὄντες Γύγην τὸν Δασκύλου καὶ Λυδοὺς ἔχοντας σφῶν τὴν πόλιν ὑπὸ ἀρετῆς καὶ προθυμίας ἐκβάλοιεν.
21.6 οἱ Μεσσήνιοι δὲ ἀκούοντες ἀπονοίας τε ἐνεπίμπλαντο καὶ συνιστάμενοι καθʼ ὁπόσους ἕκαστοι τύχοιεν ἐφέροντο ἐς τοὺς Λακεδαιμονίους· ὥρμησαν δὲ καὶ γυναῖκες τῷ κεράμῳ καὶ ὅτῳ δύναιτο ἑκάστη τοὺς πολεμίους βάλλειν. τοῦτο μὲν δὴ μὴ δρᾶσαι σφᾶς μηδὲ ἐπιβῆναι τῶν τεγῶν τοῦ ὄμβρου τὸ βίαιον ἐπεκώλυε· λαβεῖν δὲ ὅπλα ἐτόλμησαν καὶ τοῖς ἀνδράσιν ἐπὶ πλέον αὗται τὴν τόλμαν ἐξῆψαν, ὁπότε καὶ τὰς γυναῖκας ἑώρων προτιμώσας συναπολέσθαι τῇ πατρίδι ἢ ἀχθῆναι δούλας ἐς Λακεδαίμονα, ὥστε κἂν παρελθεῖν ἐδυνήθησαν τὸ πεπρωμένον·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme