Book 4
21.11
μετὰ τοῦτο τοῖς καθʼ αὑτὸν ἀνθεστηκόσιν ἐμπεσὼν ἐκείνους τε ἔκτεινε καὶ αὐτὸς ἐτιτρώσκετο, προεμπλήσας δὲ τὸν θυμὸν τῷ φόνῳ τῶν ἐχθρῶν ἀφίησι τὴν ψυχήν. Ἀριστομένης δὲ ἀπὸ τῆς μάχης ὀπίσω τοὺς Μεσσηνίους ἀνεκάλει, πλὴν ὅσοι κατὰ ἀνδραγαθίαν αὐτῶν προεμάχοντο· τούτους δὲ εἴα κατὰ χώραν μένειν· τοῖς δὲ λοιποῖς προσέταξε τὰς γυναῖκας καὶ τὰ τέκνα ἐντὸς τῆς τάξεως ἔχοντας ἐπακολουθεῖν, ᾗπερ ἂν αὐτὸς παρέχηται διέξοδον.
21.12
καὶ τούτων μὲν τοῖς τελευταίοις Γόργον καὶ Μάντικλον ἐπέστησεν ἄρχοντας· αὐτὸς δὲ ἀναδραμὼν ἐς τοὺς προτεταγμένους τῆς τε κεφαλῆς τῷ νεύματι καὶ τοῦ δόρατος τῇ κινήσει δῆλος ἦν διέξοδόν τε αἰτούμενος καὶ ἀποχωρεῖν ἤδη βεβουλευμένος. τῷ τε οὖν Ἐμπεράμῳ καὶ Σπαρτιατῶν τοῖς παροῦσι διεῖναι τοὺς Μεσσηνίους ἤρεσκε μηδὲ λυσσῶντας ἀνθρώπους καὶ ἐς τὸ ἔσχατον ἀπονοίας ἥκοντας ἐξαγριᾶναι πέρα· καὶ ἅμα οὕτω σφᾶς ποιεῖν Ἕκας ὁ μάντις ἐκέλευεν.
22.1
οἱ δὲ Ἀρκάδες παραυτίκα τε τὴν κατάληψιν ἐπυνθάνοντο τῆς Εἴρας καὶ αὐτίκα τὸν Ἀριστοκράτην ἐκέλευον σφᾶς ἄγειν ὡς ἢ σώσοντας Μεσσηνίους ἢ σὺν αὐτοῖς ἀπολουμένους. ὁ δὲ ἅτε ἐκ τῆς Λακεδαίμονος δεδεγμένος δῶρα, οὔτε ἄγειν ἤθελεν εἰδέναι τε ἔφασκεν οὐδένα ἔτι Μεσσηνίων ὅτῳ καὶ ἀμυνοῦσιν ὄντα ὑπόλοιπον.
22.2
τότε δὲ ὡς σαφέστερον ᾐσθάνοντο περιόντας καὶ ἐκλείπειν τὴν Εἶραν βεβιασμένους, αὐτοὶ μὲν περὶ τὸ ὄρος σφᾶς τὸ Λύκαιον ἔμελλον ὑποδέξεσθαι, προετοιμασάμενοι καὶ ἐσθῆτα καὶ σιτία, ἄνδρας δὲ τῶν ἐν τέλει πέμπουσι παραμυθεῖσθαί τε τοὺς Μεσσηνίους καὶ ἡγεμόνας ἅμα τῆς πορείας γενέσθαι. καὶ τοὺς μέν, ὡς ἐς τὸ Λύκαιον ἀνεσώθησαν, ἐξένιζον καὶ τὰ ἄλλα εὐνοϊκῶς περιεῖπον οἱ Ἀρκάδες, κατανέμειν τε ἐς τὰς πόλεις ἤθελον καὶ ἀναδάσασθαι διʼ ἐκείνους τὴν γῆν·