Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 4

3.4 Ἀριστόδημος μὲν οὖν ἐτύγχανεν ἤδη τεθνεώς, Θήρας δὲ ὁ Αὐτεσίωνος τῷ Κρεσφόντῃ μάλιστα ἠναντιοῦτο, τὸ μὲν ἀνέκαθεν Θηβαῖός τε καὶ ἀπόγονος πέμπτος Πολυνείκους τοῦ Οἰδίποδος, τότε δὲ ἐπετρόπευεν Ἀριστοδήμου τοὺς παῖδας θεῖος ὢν πρὸς μητρός· Αὐτεσίωνος γὰρ θυγατέρα Ἀριστόδημος ἔγημεν ὄνομα Ἀργείαν. Κρεσφόντης δὲ— γενέσθαι γάρ οἱ ἤθελε τὴν Μεσσηνίαν πάντως μοῖραν— Τημένου δεῖται, παρεσκευασμένος δὲ τοῦτον τῷ κλήρῳ δῆθεν ἐφίησι.
3.5 Τήμενος δὲ ἐς ὑδρίαν, ἐνόντος ἐν αὐτῇ καὶ ὕδατος, καθίησι τῶν Ἀριστοδήμου παίδων καὶ Κρεσφόντου τοὺς πάλους ἐπὶ διῃρημένοις, μοῖραν ἀναιρεῖσθαι τῆς χώρας προτέρους ὁποτέρων ἂν πάλος ἀνέλθῃ πρότερον. τοὺς μὲν δὴ πάλους γῆς ὁ Τήμενος ἐπεποίητο ἀμφοτέρους, ἀλλὰ τοῖς μὲν Ἀριστοδήμου παισὶ ξηρᾶς ὑπὸ ἡλίου, Κρεσφόντῃ δὲ ὀπτῆς πυρί· ὅ τε δὴ τῶν Ἀριστοδήμου παίδων πάλος κατετέτηκτο καὶ ὁ Κρεσφόντης οὕτω λαχὼν γῆν αἱρεῖται τὴν Μεσσηνίαν.
3.6 Μεσσηνίων δὲ τῶν ἀρχαίων οὐκ ἐγένετο ὑπὸ τῶν Δωριέων ὁ δῆμος ἀνάστατος, ἀλλὰ βασιλεύεσθαί τε συγχωροῦσιν ὑπὸ Κρεσφόντου καὶ ἀναδάσασθαι πρὸς τοὺς Δωριέας τὴν γῆν· ταῦτα δέ σφισιν εἴκειν παρίστατο ὑποψίᾳ πρὸς τοὺς βασιλεύοντας, ὅτι ἦσαν ἐξ Ἰωλκοῦ τὸ ἀνέκαθεν οἱ Νηλεῖδαι. γυναῖκα δὲ ἔσχε Κρεσφόντης Μερόπην τὴν Κυψέλου, βασιλεύοντος τότε Ἀρκάδων, ἀφʼ ἧς ἄλλοι τε δὴ παῖδες ἐγένοντο αὐτῷ καὶ νεώτατος Αἴπυτος·
3.7 τὰ δὲ βασίλεια, ἔνθα αὐτὸς καὶ οἱ παῖδες ἔμελλον οἰκήσειν, ᾠκοδομήσατο ἐν Στενυκλήρῳ. τὸ μὲν γὰρ ἀρχαῖον οἱ βασιλεῖς οἵ τε ἄλλοι καὶ ὁ Περιήρης ᾤκουν ἐν Ἀνδανίᾳ, κτίσαντος δὲ Ἀφαρέως Ἀρήνην αὖθις Ἀφαρεὺς καὶ οἱ παῖδες ἐνταῦθα ᾤκησαν· ἐπὶ δὲ Νέστορος καὶ τῶν ἀπογόνων ἐν Πύλῳ τὰ βασίλεια ἦν· Κρεσφόντης δὲ ἐν Στενυκλήρῳ τὸν βασιλέα οἰκεῖν κατεστήσατο. διοικούμενον δὲ αὐτὸν τὰ πολλὰ ἐς χάριν τοῦ δήμου μᾶλλον οἱ τὰ χρήματα ἔχοντες αὐτόν τε Κρεσφόντην ἐπαναστάντες καὶ τοὺς υἱοὺς ἀποκτείνουσι τοὺς λοιπούς, ὁ δὲ Αἴπυτος—παῖδα

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme