Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 4

23.9 Γόργος δὲ καὶ Μάντικλος παρῃτοῦντο Ἀναξίλαν μὴ σφᾶς, ὑπὸ συγγενῶν ἀνδρῶν πεπονθότας ἀνόσια, ὅμοια αὐτοὺς ἐς ἀνθρώπους Ἕλληνας ἀναγκάσαι δρᾶσαι. μετὰ δὲ τοῦτο ἤδη τοὺς Ζαγκλαίους ἀνίστασαν ἀπὸ τῶν βωμῶν καὶ ὅρκους δόντες καὶ αὐτοὶ παρʼ ἐκείνων λαβόντες ᾤκησαν ἀμφότεροι κοινῇ· ὄνομα δὲ τῇ πόλει μετέθεσαν Μεσσήνην ἀντὶ Ζάγκλης καλεῖσθαι.
23.10 ταῦτα δὲ ἐπὶ τῆς Ὀλυμπιάδος ἐπράχθη τῆς ἐνάτης καὶ εἰκοστῆς, ἣν Χίονις Λάκων τὸ δεύτερον ἐνίκα, Μιλτιάδου παρʼ Ἀθηναίοις ἄρχοντος. Μάντικλος δὲ καὶ τὸ ἱερὸν Μεσσηνίοις τοῦ Ἡρακλέους ἐποίησε, καὶ ἔστιν ἐκτὸς τείχους ὁ θεὸς ἱδρυμένος, Ἡρακλῆς καλούμενος Μάντικλος, καθάπερ γε καὶ Ἄμμων ἐν Λιβύῃ καὶ ὁ ἐν Βαβυλῶνι Βῆλος ὁ μὲν ἀπὸ ἀνδρὸς Αἰγυπτίου Βήλου τοῦ Λιβύης ὄνομα ἔσχεν, Ἄμμων δὲ ἀπὸ τοῦ ἱδρυσαμένου ποιμένος. Μεσσηνίοις μὲν οὖν τοῖς φεύγουσιν ἐγεγόνει πέρας τῆς ἄλης·
24.1 Ἀριστομένης δὲ ὡς τὴν ἡγεμονίαν ἀπείπατο τῶν ἐς τὴν ἀποικίαν στελλομένων, τὰς θυγατέρας τὴν πρεσβυτάτην καὶ τὴν ἐπὶ ταύτῃ καὶ Ἁγναγόραν τὴν ἀδελφὴν τὴν μὲν Θάρυκι ἐς Φιγαλίαν, Δαμοθοΐδᾳ δὲ Λεπρεάτῃ καὶ Ἡραιεῖ Θεοπόμπῳ τὰς θυγατέρας συνῴκισεν· αὐτὸς δὲ ἀφικόμενος ἐς Δελφοὺς ἐχρῆτο τῷ θεῷ. καὶ τὸ μὲν τῷ Ἀριστομένει γενόμενον μάντευμα οὐ λέγεται·
24.2 Δαμαγήτῳ δὲ Ῥοδίῳ βασιλεύοντι ἐν Ἰαλυσῷ, τότε δὲ ἥκοντι παρὰ τὸν Ἀπόλλωνα καὶ ἐρωτῶντι ὁπόθεν ἀγαγέσθαι χρὴ γυναῖκα, ἔχρησεν ἡ Πυθία θυγατέρα ἀνδρὸς τῶν Ἑλλήνων τοῦ ἀρίστου λαβεῖν. ὁ δὲ—ἦν γὰρ καὶ τρίτη τῷ Ἀριστομένει θυγάτηρ— γαμεῖ ταύτην, Ἑλλήνων τῶν τότε ἐκεῖνον μακρῷ δή τινι ἄριστον νομίζων. Ἀριστομένης δὲ ἐς μὲν τὴν Ῥόδον ἀφίκετο σὺν τῇ θυγατρί, ἐκεῖθεν δὲ ἔς τε Σάρδεις ἐνενόει παρὰ Ἄρδυν τὸν Γύγου καὶ ἐς Ἐκβάτανα τὰ Μηδικὰ ἀναβῆναι παρὰ τὸν βασιλέα Φραόρτην·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme