Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 4

28.1 κατελθοῦσι δὲ αὐτοῖς κατʼ ἀρχὰς μὲν ἀπὸ Λακεδαιμονίων δεινὸν ἦν οὐδέν· κατεχόμενοι γὰρ οἱ Λακεδαιμόνιοι φόβῳ τῷ Θηβαίων Μεσσήνης τε ἠνείχοντο ἐποικιζομένης καὶ Ἀρκάδων ἐς μίαν ἠθροισμένων πόλιν. ὡς δὲ ὁ πόλεμος ὁ Φωκικός, καλούμενος δὲ ὁ αὐτὸς οὗτος καὶ ἱερός, ἀπήγαγεν ἐκ Πελοποννήσου Θηβαίους, ἀνεθάρρησάν τε οἱ Λακεδαιμόνιοι καὶ τῶν Μεσσηνίων οὐκέτι ἐδύναντο ἀπέχεσθαι.
28.2 Μεσσήνιοι δὲ αὐτοί τε μετὰ Ἀργείων καὶ Ἀρκάδων ἀντεῖχον τῷ πολέμῳ καὶ Ἀθηναίων ἀμῦναί σφισιν ἐδεήθησαν· οἱ δὲ ἐς μὲν τὴν Λακωνικὴν οὔποτε μετὰ ἐκείνων ἐσβαλεῖν ἔφασαν, ἀρχόντων δὲ Λακεδαιμονίων πολέμου καὶ ἐπιστρατευόντων τῇ Μεσσηνίᾳ παρέσεσθαι καὶ αὐτοί σφισιν ἐπηγγέλλοντο. τέλος δὲ οἱ Μεσσήνιοι Φιλίππῳ σύμμαχοι τῷ Ἀμύντου καὶ Μακεδόσιν ἐγένοντο, καὶ τοῦτο σφᾶς λέγουσιν ἀποκωλῦσαι τοῦ συμβάντος τοῖς Ἕλλησιν ἀγῶνος ἐν Χαιρωνείᾳ μὴ μετασχεῖν· οὐ μὴν οὐδὲ τοῖς Ἕλλησιν ἐναντία θέσθαι τὰ ὅπλα ἠθέλησαν.
28.3 Ἀλεξάνδρου δὲ ἀποθανόντος καὶ τῶν Ἑλλήνων πόλεμον δεύτερον τότε ἀνῃρημένων πρὸς Μακεδόνας, μετέσχον καὶ οἱ Μεσσήνιοι τοῦ πολέμου, καθὰ καὶ πρότερον ἐδήλωσα ἐν τῇ Ἀτθίδι συγγραφῇ. Γαλάταις δὲ μεθʼ Ἑλλήνων οὐκ ἐμαχέσαντο, Κλεωνύμου καὶ Λακεδαιμονίων σπείσασθαι σπονδάς σφισιν οὐ θελησάντων.
28.4 οὐ πολλῷ δὲ ὕστερον ἔσχον Ἦλιν Μεσσήνιοι, σοφίᾳ τε ὁμοῦ χρησάμενοι καὶ τολμήματι. Ἠλεῖοι γὰρ τὰ μὲν παλαιότατα εὐνομώτατοι Πελοποννησίων ἦσαν· Φιλίππου δὲ τοῦ Ἀμύντου τά τε ἄλλα ὁπόσα εἴρηται κακουργήσαντος τὴν Ἑλλάδα καὶ Ἠλείων τοὺς δυνατοὺς διαφθείραντος χρήμασι, στασιάζουσι πρῶτον τότε Ἠλεῖοι καὶ ἐς ὅπλα, ὡς λέγουσι, χωροῦσι.
28.5 τὸ δὲ ἀπὸ τούτου ῥᾷον ἔτι ἔμελλον ἀπεχθήσεσθαι πρὸς ἀλλήλους, οἷς γε καὶ Λακεδαιμονίων ἕνεκα διέστη τὰ βουλεύματα, καὶ ἐς ἔμφυλον προῆλθον πόλεμον. πυνθανόμενοι δὲ ταῦτα οἱ Λακεδαιμόνιοι παρεσκευάζοντο ὡς Ἠλείων τοῖς φρονοῦσι τὰ σφέτερα ἀμυνοῦντες. καὶ οἱ μὲν κατὰ τέλη τε ἐτάσσοντο καὶ διενέμοντο ἐς τοὺς λόχους· τῶν δὲ Μεσσηνίων λογάδες χίλιοι φθάνουσιν ἀφικόμενοι πρὸς τὴν Ἦλιν, σημεῖα ἐπὶ ταῖς ἀσπίσι Λακωνικὰ ἔχοντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme