Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 4

3.8 γὰρ ἔτι ὄντα ἔτρεφεν αὐτὸν ὁ Κύψελος— περιγίνεται μόνος τοῦ οἴκου, καὶ ὡς ἀνὴρ ἐγένετο, οἱ Ἀρκάδες κατάγουσιν αὐτὸν ἐς Μεσσήνην· συγκατήγαγον δὲ καὶ οἱ λοιποὶ βασιλεῖς τῶν Δωριέων, οἵ τε Ἀριστοδήμου παῖδες καὶ Ἴσθμιος ὁ Τημένου. Αἴπυτος δὲ ὡς ἐβασίλευσεν, ἐτιμωρήσατο μὲν τοῦ πατρὸς τοὺς φονέας, ἐτιμωρήσατο δὲ καὶ ὅσοι τοῦ φόνου παραίτιοι καθεστήκεσαν· προσαγόμενος δὲ τοὺς μὲν ἐν τέλει τῶν Μεσσηνίων θεραπείαις, ὅσοι δὲ ἦσαν τοῦ δήμου, δωρεαῖς, ἐς τοσοῦτο προέβη τιμῆς ὡς καὶ τοὺς ἀπογόνους Αἰπυτίδας ἀντὶ Ἡρακλειδῶν κληθῆναι.
3.9 Γλαύκῳ δὲ τῷ Αἰπύτου βασιλεύσαντι μετὰ Αἴπυτον τὰ μὲν ἄλλα ἐξήρκεσε μιμήσασθαι τὸν πατέρα ἔν τε τοῖς κοινοῖς καὶ πρὸς τοὺς ἰδιώτας, εὐσεβείας δὲ ἐς πλέον προέβη. καὶ γὰρ τοῦ Διὸς τὸ ἐπὶ τῇ κορυφῇ τῆς Ἰθώμης τέμενος, ἀνέντων Πολυκάονος καὶ Μεσσήνης, οὐκ ἔχον παρὰ τοῖς Δωριεῦσι πω τιμάς, Γλαῦκος ἦν ὁ καὶ τούτοις σέβειν καταστησάμενος· καὶ Μαχάονι τῷ Ἀσκληπιοῦ πρῶτος ἔθυσεν ἐν Γερηνίᾳ, γέρα δὲ ἀπένειμε Μεσσήνῃ τῇ Τριόπα τὰ νομιζόμενα ἥρωσιν.
3.10 Ἴσθμιος δὲ ὁ Γλαύκου καὶ ἱερὸν τῷ Γοργάσῳ καὶ Νικομάχῳ τὸ ἐν Φαραῖς ἐποίησεν· Ἰσθμίου δὲ γίνεται Δωτάδας, ὃς ἐπίνεια καὶ ἄλλα τῆς Μεσσηνίας παρεχομένης τὸ ἐν Μοθώνῃ κατεσκευάσατο. Συβότας δὲ ὁ Δωτάδα τῷ τε ποταμῷ κατεστήσατο τῷ Παμίσῳ κατὰ ἔτος ἕκαστον θύειν τὸν βασιλεύοντα καὶ Εὐρύτῳ τῷ Μελανέως ἐναγίζειν ἐν Οἰχαλίᾳ πρὸ τῆς τελετῆς τῶν Μεγάλων θεῶν ἀγομένης ἔτι ἐν Ἀνδανίᾳ.
4.1 ἐπὶ δὲ Φίντα τοῦ Συβότα πρῶτον Μεσσήνιοι τότε τῷ Ἀπόλλωνι ἐς Δῆλον θυσίαν καὶ ἀνδρῶν χορὸν ἀποστέλλουσι· τὸ δέ σφισιν ᾆσμα προσόδιον ἐς τὸν θεὸν ἐδίδαξεν Εὔμηλος, εἶναί τε ὡς ἀληθῶς Εὐμήλου νομίζεται μόνα τὰ ἔπη ταῦτα. ἐγένετο δὲ καὶ πρὸς Λακεδαιμονίους ἐπὶ τῆς Φίντα βασιλείας διαφορὰ πρῶτον, ἀπὸ αἰτίας ἀμφισβητουμένης μὲν καὶ ταύτης, γενέσθαι δὲ οὕτω λεγομένης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme