Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 4

29.3 ὡς δὲ ἡμέρα τε ἐπέσχε καὶ ἤδη τοῖς ἔνδον αἴσθησις ἐγεγόνει τοῦ κατειληφότος κινδύνου, τὸ μὲν πρῶτον αὐτοὺς ἐσῆλθεν ὑπόνοια ὡς οἱ Λακεδαιμόνιοι σὺν ὅπλοις παρέλθοιεν αὐτῶν ἐς τὴν πόλιν, ὥστε καὶ ὥρμησαν ἐπʼ αὐτοὺς ἀφειδέστερον διὰ τὸ μῖσος τὸ ἐξ ἀρχῆς. ἐπεὶ δὲ ἐκ τε τῶν ὅπλων καὶ τῆς φωνῆς Μακεδόνας καὶ Δημήτριον τὸν Φιλίππου γνωρίζουσιν ὄντας, δεῖμα ἰσχυρὸν παρέστη σφίσι λογιζομένοις τήν τε ἐς τὰ πολεμικὰ τῶν Μακεδόνων μελέτην καὶ τύχην ᾗ πρὸς ἅπαντα ἑώρων χρωμένους αὐτούς.
29.4 ὅμως δὲ τοῦ τε παρόντος κακοῦ τὸ μέγεθος ἐδίδασκεν ἀνδρίαν τινὰ καὶ πέρα τοῦ δυνατοῦ γίνεσθαι καὶ ἅμα τὰ ἀμείνω παρίστατο αὐτοῖς ἐλπίζειν· οὐ γὰρ δὴ ἄνευ θεοῦ διὰ τοσούτου σφίσιν ὑπάρξαι τὴν ἐς Πελοπόννησον κάθοδον. οἵ τε οὖν ἐκ τῆς πόλεως Μεσσήνιοι θυμῷ παντὶ ἐς τοὺς Μακεδόνας ἐχώρουν καὶ οἱ φρουροῦντες τὴν ἀκρόπολιν ἐπέκειντο ἐξ ὑπερδεξίων.
29.5 ὡσαύτως δὲ καὶ οἱ Μακεδόνες ὑπό τε ἀρετῆς καὶ ἐμπειρίας τὸ κατʼ ἀρχὰς ἠμύνοντο ἐρρωμένως· ἅτε δὲ ὁδοιπορίᾳ προαπειρηκότες καὶ ὁμοῦ τῶν τε ἀνδρῶν σφισιν ἐγκειμένων καὶ ὑπὸ τῶν γυναικῶν κεράμῳ καὶ λίθοις βαλλόμενοι, σὺν οὐδενὶ ἔφευγον κόσμῳ. καὶ τὸ μὲν πολὺ αὐτῶν ἀπώλετο ὠθούμενοι κατὰ τῶν κρημνῶν, ἀπότομος γὰρ δὴ ταύτῃ μάλιστά ἐστιν ἡ Ἰθώμη· ὀλίγοι δέ τινες καὶ ῥίψαντες τὰ ὅπλα ἀπεσώθησαν.
29.6 ἐς δὲ τὸ συνέδριον οἱ Μεσσήνιοι τὸ Ἀχαιῶν ἐπὶ τῷδε οὔ μοι δοκοῦσιν ἐσελθεῖν κατʼ ἀρχάς. Λακεδαιμονίοις αὐτεπάγγελτοι βοηθήσοντες ἀφίκοντο ὑπὸ Πύρρου τοῦ Αἰακίδου πολεμουμένοις, καί σφισιν ἀπὸ τῆς εὐεργεσίας ταύτης ἤδη τὰ ἐκ τῆς Σπάρτης εἰρηνικώτερα ὑπῆρχεν. οὔκουν ἀνακινῆσαι τὸ ἔχθος ἐβούλοντο ἐς τὸ συνέδριον συγχωρήσαντες, οἳ Λακεδαιμονίων μάλιστα πολέμιοι ἐκ τοῦ φανεροῦ καθεστήκεσαν.
29.7 ὃ δὲ οὐ λέληθεν ἐμέ, οὐδὲ Μεσσηνίους ἐλελήθει δήπου, καὶ μὴ συντελοῦσιν αὐτοῖς ἐς τὸ συνέδριον ὡς ἐπὶ Λακεδαιμονίους τὰ Ἀχαιῶν ὑπάρχοι· ἐν γὰρ δὴ τοῖς Ἀχαιοῖς καὶ Ἀργεῖοι καὶ τὸ Ἀρκαδικὸν οὐκ ἐλαχίστη μοῖρα ἦσαν. ἀνὰ χρόνον μέντοι προσεχώρησαν ἐς τὸ Ἀχαϊκόν. οὐ πολλῷ δὲ ὕστερον Κλεομένης ὁ Λεωνίδου τοῦ Κλεωνύμου Μεγάλην πόλιν εἷλεν Ἀρκάδων ἐν σπονδαῖς·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme