Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 4

29.13 ἄχρι μὲν δὴ τοῦδε ὁ λόγος ἐπῆλθέ μοι Μεσσηνίων τὰ πολλὰ παθήματα, καὶ ὡς ὁ δαίμων σφᾶς ἐπί τε γῆς τὰ ἔσχατα καὶ ἐπὶ τὰ πορρώτατα Πελοποννήσου σκεδάσας ὕστερον χρόνῳ καὶ ἐς τὴν οἰκείαν ἀνέσωσε· τὸ δὲ ἀπὸ τούτου τῆς χώρας καὶ πόλεων τραπώμεθα ἐς ἀφήγησιν.
30.1 ἔστιν ἐφʼ ἡμῶν ἐν τῇ Μεσσηνίᾳ τῆς νάπης τῆς Χοιρίου στάδια εἴκοσι μάλιστα ἀπέχουσα Ἀβία ἐπὶ θαλάσσῃ πόλις. ταύτην Ἴρην καλεῖσθαι πάλαι καὶ τῶν ἑπτά φασιν εἶναι πόλεων, ἃς Ἀχιλλεῖ πεποίηκεν Ὅμηρος Ἀγαμέμνονα ὑπισχνούμενον. Ὕλλου δὲ καὶ Δωριέων μάχῃ κρατηθέντων ὑπὸ Ἀχαιῶν, ἐνταῦθα Ἀβίαν Γλήνου τοῦ Ἡρακλέους τροφὸν ἀποχωρῆσαι λέγουσιν ἐς τὴν Ἴρην καὶ οἰκῆσαί τε αὐτόθι καὶ Ἡρακλέους ἱερὸν ἱδρύσασθαι, καί οἱ διὰ ταῦτα ὕστερον Κρεσφόντην ἄλλα τε γέρα νεῖμαι καὶ τῇ πόλει μεταθέσθαι τὸ ὄνομα ἀπὸ τῆς Ἀβίας. Ἡρακλεῖον δὲ ἦν αὐτόθι ἐπιφανὲς καὶ Ἀσκληπιεῖον.
30.2 Φαραὶ δὲ ἀφεστήκασιν Ἀβίας σταδίους ἑβδομήκοντα, καὶ ὕδωρ κατὰ τὴν ὁδόν ἐστιν ἁλμυρόν· βασιλεὺς δὲ Αὔγουστος τοὺς ἐν Φαραῖς Μεσσηνίους συντελεῖν ἀπέταξεν ἐς τὸ Λακωνικόν. τὸν δὲ οἰκιστὴν Φᾶριν Ἑρμοῦ τε καὶ Φυλοδαμείας λέγουσιν εἶναι τῆς Δαναοῦ· Φάρει δὲ ἄρρενας μὲν οὔ φασι γενέσθαι, θυγατέρα δὲ Τηλεγόνην. τοὺς δὲ ἐφεξῆς ἐγενεαλόγησεν Ὅμηρος ἐν Ἰλιάδι διδύμους Κρήθωνα καὶ Ὀρτίλοχον εἶναι Διοκλεῖ, Διοκλέα δὲ αὐτὸν Ὀρτιλόχου τοῦ Ἀλφειοῦ· τὰ δὲ ἐς Τηλεγόνην παρεῖδεν, αὕτη γὰρ λόγῳ τῷ Μεσσηνίων ἐστὶν ἡ τεκοῦσα Ἀλφειῷ τὸν Ὀρτίλοχον.
30.3 καὶ τάδε ἄλλα ἤκουσα ἐν Φαραῖς, Διοκλεῖ θυγατέρα ἐπὶ τοῖς διδύμοις παισὶν Ἀντίκλειαν γενέσθαι, τῆς δὲ Νικόμαχόν τε εἶναι καὶ Γόργασον, πατρὸς δὲ Μαχάονος τοῦ Ἀσκληπιοῦ· τούτους καταμεῖναί τε αὐτοῦ καὶ ὡς ὁ Διοκλῆς ἐτελεύτησε τὴν βασιλείαν ἐκδέξασθαι. διαμεμένηκε δὲ αὐτοῖς καὶ ἐς τόδε ἔτι νοσήματά τε καὶ τοὺς πεπηρωμένους τῶν ἀνθρώπων ἰᾶσθαι· καί σφισιν ἀντὶ τούτων θυσίας ἐς τὸ ἱερὸν καὶ ἀναθήματα ἄγουσιν. ἔστι δὲ καὶ Τύχης ναὸς Φαραιάταις καὶ ἄγαλμα ἀρχαῖον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme