Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 4

33.7 διαβάντων δὲ Ἠλέκτραν Ἀχαΐα τε ὀνομαζομένη πηγὴ καὶ πόλεώς ἐστιν ἐρείπια Δωρίου. πεποίηκε δὲ Ὅμηρος μὲν Θαμύριδι ἐνταῦθα ἐν τῷ Δωρίῳ γενέσθαι τὴν συμφοράν, ὅτι καὶ αὐτὰς Μούσας νικήσειν ἔφασκεν ᾀδούσας· Πρόδικος δὲ Φωκαεὺς—εἰ δὴ τούτου τὰ ἐς τὴν Μινυάδα ἔπη—προσκεῖσθαί φησι Θαμύριδι ἐν Ἅιδου δίκην τοῦ ἐς τὰς Μούσας αὐχήματος. διεφθάρη δὲ ὁ Θάμυρις ἐμοὶ δοκεῖν ὑπὸ νόσου τοὺς ὀφθαλμούς, τὸ δὲ αὐτὸ καὶ Ὁμήρῳ συνέπεσεν ὕστερον· ἀλλʼ ὁ μὲν καὶ ἐς ἅπαν διετέλει ποιῶν, οὐ γάρ τι εἶκε τῇ συμφορᾷ, Θάμυρις δὲ καὶ τὴν ᾠδὴν ὑπὸ κακοῦ τοῦ παρόντος ἐξέλιπεν.
34.1 ἐκ δὲ Μεσσήνης ὑπὸ τοῦ Παμίσου τὸ στόμα ὁδὸς μὲν σταδίων ἐστὶν ὀγδοήκοντα, ῥεῖ δὲ ὁ Πάμισος διά τε ἀρουμένης καὶ καθαρὸς καὶ ἀναπλεῖται ναυσὶν ἐκ θαλάσσης ἐπὶ δέκα που σταδίους· ἀναθέουσι δὲ ἐς αὐτὸν καὶ οἱ θαλάσσιοι τῶν ἰχθύων περὶ ὥραν μάλιστα τοῦ ἦρος. τὸ δὲ αὐτὸ ἐς Ῥῆνόν τε καὶ ἐς τὸν Μαίανδρον ποιοῦσιν οἱ ἰχθῦς· μάλιστα δὲ ἀνὰ τὸ ῥεῦμα τὸ Ἀχελῴου νήχονται τοῦ ἐκδιδόντος κατὰ νήσους τὰς Ἐχινάδας.
34.2 διάφοροι δὲ τὸ εἶδος μάλιστα ἰχθῦς ἀναθέουσιν ἐς τὸν Πάμισον ἅτε ἐς ὕδωρ καθαρὸν καὶ οὐ κατὰ τὰ αὐτὰ τοῖς κατειλεγμένοις ποταμοῖς ἰλυῶδες· οἱ κέφαλοι δέ, ἅτε ἰχθύων ὄντες τῶν πηλαίων, ποταμῶν φίλοι τῶν θολερωτέρων εἰσί. θηρία δὲ ἐς ὄλεθρον ἀνθρώπων οὐ πεφύκασιν οἱ Ἑλλήνων ποταμοὶ φέρειν, καθάπερ γε Ἰνδὸς καὶ Νεῖλος ὁ Αἰγύπτιος, ἔτι δὲ Ῥῆνος καὶ Ἴστρος Εὐφράτης τε καὶ Φᾶσις· οὗτοι γὰρ δὴ θηρία ὅμοια τοῖς μάλιστα ἀνδροφάγα αὔξουσι, ταῖς ἐν Ἕρμῳ καὶ Μαιάνδρῳ γλάνισιν ἐοικότα ἰδέας πλὴν χρόας τε μελαντέρας καὶ ἀλκῆς· ταῦτα δὲ αἱ γλάνεις ἀποδέουσιν.
34.3 ὁ δὲ Ἰνδὸς καὶ ὁ Νεῖλος κροκοδείλους μὲν ἀμφότεροι, Νεῖλος δὲ παρέχεται καὶ ἵππους, οὐκ ἔλασσον ἢ ὁ κροκόδειλος κακὸν ἀνθρώποις. οἱ δὲ Ἑλλήνων ποταμοὶ δείματα ὡς ἀπὸ θηρίων εἰσὶν οὐδέν, ἐπεὶ καὶ Ἀώῳ τῷ διὰ τῆς Θεσπρωτίδος ῥέοντι ἠπείρου θηρία οὐ ποτάμια οἱ κύνες, ἀλλὰ ἐπήλυδές εἰσιν ἐκ θαλάσσης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme