Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 6

1.1 ἕπεται δέ μοι τῷ λόγῳ τῷ ἐς τὰ ἀναθήματα τὸ μετὰ τοῦτο ἤδη ποιήσασθαι καὶ ἵππων ἀγωνιστῶν μνήμην καὶ ἀνδρῶν ἀθλητῶν τε καὶ ἰδιωτῶν ὁμοίως. τῶν δὲ νικησάντων Ὀλυμπίασιν οὐχ ἁπάντων εἰσὶν ἑστηκότες ἀνδριάντες, ἀλλὰ καὶ ἀποδειξάμενοι λαμπρὰ ἐς τὸν ἀγῶνα, οἱ δὲ καὶ ἐπὶ ἄλλοις ἔργοις, ὅμως οὐ τετυχήκασιν εἰκόνων·
1.2 τούτους ἐκέλευσεν ἀφεῖναί με ὁ λόγος, ὅτι οὐ κατάλογός ἐστιν ἀθλητῶν ὁπόσοις γεγόνασιν Ὀλυμπικαὶ νῖκαι, ἀναθημάτων δὲ ἄλλων τε καὶ εἰκόνων συγγραφή. οὐδὲ ὁπόσων ἑστήκασιν ἀνδριάντες, οὐδὲ τούτοις πᾶσιν ἐπέξειμι, ἐπιστάμενος ὅσοι τῷ παραλόγῳ τοῦ κλήρου καὶ οὐχ ὑπὸ ἰσχύος ἀνείλοντο ἤδη τὸν κότινον· ὁπόσοις δὲ ἢ αὐτοῖς τι εἶχεν ἐς δόξαν ἢ καὶ τοῖς ἀνδριᾶσιν ὑπῆρχεν ἄμεινον ἑτέρων πεποιῆσθαι, τοσαῦτα καὶ αὐτὸς μνησθήσομαι.
1.3 ἔστιν ἐν δεξιᾷ τοῦ ναοῦ τῆς Ἥρας ἀνδρὸς εἰκὼν παλαιστοῦ, γένος δὲ ἦν Ἠλεῖος, Σύμμαχος Αἰσχύλου· παρὰ δὲ αὐτὸν ἐκ Φενεοῦ τῆς Ἀρκάδων Νεολαΐδας Προξένου, πυγμῆς ἐν παισὶν ἀνῃρημένος νίκην· ἐφεξῆς δὲ Ἀρχέδαμος Ξενίου, καταβαλὼν καὶ οὗτος παλαιστὰς παῖδας, γένος καὶ αὐτὸς Ἠλεῖος. τούτων τῶν κατειλεγμένων εἰργάσατο Ἄλυπος τὰς εἰκόνας Σικυώνιος, Ναυκύδους τοῦ Ἀργείου μαθητής.
1.4 Κλεογένην δὲ Σιληνοῦ τὸ ἐπίγραμμα τὸ ἐπʼ αὐτῷ φησιν εἶναι τῶν ἐπιχωρίων, ἐκ δὲ ἀγέλης αὐτὸν οἰκείας ἵππῳ κρατῆσαι κέλητι. πλησίον δὲ τοῦ Κλεογένους Δεινόλοχός τε κεῖται Πύρρου τε καὶ Τρωίλος Ἀλκίνου. τούτοις γένος μὲν καὶ αὐτοῖς ἐστιν ἐξ Ἤλιδος, γεγόνασι δέ σφισιν οὐ κατὰ ταὐτὰ αἱ νῖκαι· ἀλλὰ τῷ μὲν ἑλλανοδικεῖν τε ὁμοῦ καὶ ἵππων ὑπῆρξεν ἀνελέσθαι νίκας τῷ Τρωίλῳ δὲ τελείᾳ τε συνωρίδι καὶ πώλων ἅρματι —Ὀλυμπιάδι δὲ ἐκράτει δευτέρᾳ πρὸς ταῖς ἑκατόν,
1.5 ἀπὸ τούτου δὲ καὶ νόμος ἐγένετο Ἠλείοις μηδὲ ἵππους τοῦ λοιποῦ τῶν ἑλλανοδικούντων καθιέναι μηδένα—, τούτου μὲν δὴ τὸν ἀνδριάντα ἐποίησε Λύσιππος· ἡ δὲ τοῦ Δεινολόχου μήτηρ εἶδεν ὄψιν ὀνείρατος ὡς ἔχοιτο τοῦ παιδὸς ἐν τοῖς κόλποις ἐστεφανωμένου, καὶ τοῦδε ἕνεκα ἐς τὸν ἀγῶνα ὁ Δεινόλοχος ἠσκήθη καὶ τοὺς παῖδας παρέθει τρέχων. Σικυωνίου δὲ Κλέωνός ἐστιν ἡ εἰκών.
1 / 59 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme