Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 6

14.2 ὄγδοον γὰρ ἐπὶ τοῖς δέκα ἔτεσι γεγονὼς μὴ παλαῖσαι μὲν ἐν παισὶν ὑπὸ Ἠλείων ἀπηλάθη, ἀνηγορεύθη δὲ ἐν ἀνδράσιν, ὥσπερ γε καὶ ἐνίκησεν· ἀνηγορεύθη δὲ καὶ ὕστερον Νεμέᾳ τε καὶ Ἰσθμῷ. γεγονότα δὲ εἰκοσαετῆ τὸ χρεὼν ἐπιλαμβάνει, πρὶν ἢ ἐς τὴν Ῥόδον αὐτὸν οἴκαδε ἀναστρέψαι. τὸ δὲ ἐν Ὀλυμπίᾳ τοῦ Ῥοδίου παλαιστοῦ τόλμημα Ἀρτεμίδωρος γένος Τραλλιανὸς ὑπερεβάλετο κατὰ ἐμὴν δόξαν. Ἀρτεμιδώρῳ γὰρ ἁμαρτεῖν μὲν Ὀλυμπίων συνέβη παγκρατιάζοντι ἐν παισίν, αἰτία δέ οἱ ἐγένετο τῆς διαμαρτίας τὸ ἄγαν νέον·
14.3 ὡς δὲ ἀφίκετο ἀγῶνος καιρὸς ὃν Σμυρναῖοι Ἰώνων ἄγουσιν, ἐς τοσοῦτο ἄρα αὐτῷ τὰ τῆς ῥώμης ἐπηύξητο ὡς κρατῆσαι παγκρατιάζοντα ἐπὶ ἡμέρας τῆς αὐτῆς τούς τε ἐξ Ὀλυμπίας ἀνταγωνιστὰς καὶ ἐπὶ τοῖς παισὶν οὓς ἀγενείους καλοῦσι καὶ τρίτα δὴ ὅ τι ἄριστον ἦν τῶν ἀνδρῶν. γενέσθαι δέ οἱ τὴν ἅμιλλαν πρὸς ἀγενείους τε καὶ ἄνδρας τὴν μὲν ἐκ γυμναστοῦ παρακλήσεώς φασι, τὴν δὲ ἐξ ἀνδρὸς παγκρατιαστοῦ λοιδορίας. ἀνείλετο δὲ ἐν ἀνδράσιν ὁ Ἀρτεμίδωρος Ὀλυμπικὴν νίκην δευτέρᾳ καὶ δεκάτῃ πρὸς διακοσίαις Ὀλυμπιάδι.
14.4 Νικασύλου δὲ τῆς εἰκόνος ἵππος τε οὐ μέγας ἔχεται χαλκοῦς, ὃν Κρόκων Ἐρετριεὺς ἀνέθηκεν ἀνελόμενος κέλητι ἵππῳ στέφανον, καὶ πλησίον τοῦ ἵππου Τελέστας ἐστὶ Μεσσήνιος κρατήσας πυγμῇ παῖδας· Σιλανίωνος δὲ ἔργον ἐστὶν ὁ Τελέστας.
14.5 Μίλωνα δὲ τὸν Διοτίμου πεποίηκε μὲν Δαμέας ἐκ Κρότωνος καὶ οὗτος· ἐγένοντο δὲ τῷ Μίλωνι ἓξ μὲν ἐν Ὀλυμπίᾳ πάλης νῖκαι, μία δὲ ἐν παισὶν ἐξ αὐτῶν, Πυθοῖ δὲ ἔν τε ἀνδράσιν ἓξ καὶ μία ἐνταῦθα ἐν παισίν. ἀφίκετο δὲ καὶ ἕβδομον παλαίσων ἐς Ὀλυμπίαν· ἀλλὰ γὰρ οὐκ ἐγένετο οἷός τε καταπαλαῖσαι Τιμασίθεον πολίτην τε ὄντα αὐτῷ καὶ ἡλικίᾳ νέον, πρὸς δὲ καὶ σύνεγγυς οὐκ ἐθέλοντα ἵστασθαι.
14.6 λέγεται δὲ καὶ ὡς ἐσκομίσειεν αὐτὸς αὑτοῦ τὸν ἀνδριάντα ἐς τὴν Ἄλτιν ὁ Μίλων, λέγεται δὲ ἐς αὐτὸν καὶ τὸ ἐπὶ τῇ ῥοιᾷ καὶ τὸ ἐπὶ τῷ δίσκῳ· ῥοιὰν μὲν δὴ οὕτω κατεῖχεν ὡς μήτε ἄλλῳ παρεῖναι βιαζομένῳ μήτε αὐτὸς λυμήνασθαι πιέζων, ἱστάμενος δὲ ἐπὶ ἀληλιμμένῳ τῷ δίσκῳ γέλωτα ἐποιεῖτο τοὺς ἐμπίπτοντάς τε καὶ ὠθοῦντας ἀπὸ τοῦ δίσκου. παρείχετο δὲ καὶ ἄλλα τοιάδε ἐς ἐπίδειξιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme