Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 6

17.3 Πτολεμαῖον δὲ τὸν Πτολεμαίου τοῦ Λάγου Ἀριστόλαος ἀνέθηκε Μακεδὼν ἀνήρ. ἀνάκειται δὲ καὶ πύκτης κρατήσας ἐν παισὶ Βούτας Πολυνείκους Μιλήσιος, καὶ Καλλικράτης ἀπὸ τῆς ἐπὶ Ληθαίῳ Μαγνησίας ἐπὶ τῷ ὁπλίτῃ δρόμῳ στεφάνους δύο ἀνῃρημένος· Λυσίππου δὲ ἔργον ἡ τοῦ Καλλικράτους ἐστὶν εἰκών.
17.4 Ἐνατίωνι δὲ καὶ Ἀλεξιβίῳ, τῷ μὲν ἐν παισὶ σταδίου, Ἀλεξιβίῳ δὲ πεντάθλου γέγονε νίκη, καὶ Ἡραία τε Ἀρκάδων ἐστὶν αὐτῷ πατρὶς καὶ Ἀκέστωρ ὁ τὴν εἰκόνα εἰργασμένος· Ἐνατίωνα δὲ ἧστινος ἦν οὐ δηλοῖ τὸ ἐπίγραμμα, ὅτι δὲ τοῦ Ἀρκάδων ἦν ἔθνους δηλοῖ. Κολοφώνιοι δὲ Ἑρμησιάναξ Ἀγονέου καὶ Εἰκάσιος Λυκίνου τε ὢν καὶ τῆς Ἑρμησιάνακτος θυγατρὸς κατεπάλαισαν μὲν παῖδας ἀμφότεροι, Ἑρμησιάνακτι δὲ καὶ ἀπὸ τοῦ κοινοῦ τοῦ Κολοφωνίων ὑπῆρξεν ἀνατεθῆναι τὴν εἰκόνα.
17.5 τούτων δέ εἰσιν Ἠλεῖοι πλησίον πυγμῇ παῖδας κρατήσαντες, ὁ μὲν Σθέννιδος ἔργον τοῦ Ὀλυνθίου Χοιρίλος, Θεότιμος δὲ Δαιτώνδα Σικυωνίου· παῖς δὲ ὁ Θεότιμος ἦν Μοσχίωνος, Ἀλεξάνδρῳ τῷ Φιλίππου τῆς ἐπὶ Δαρεῖον καὶ Πέρσας στρατείας μετασχόντος. δύο δὲ αὖθις ἐξ Ἤλιδος, Ἀρχίδαμος τεθρίππῳ νενικηκὼς καὶ Ἐπέραστός ἐστιν ὁ Θεογόνου ὅπλου νίκην ἀνῃρημένος·
17.6 εἶναι δὲ καὶ μάντις ὁ Ἐπέραστος τοῦ Κλυτιδῶν γένους φησὶν ἐπὶ τοῦ ἐπιγράμματος τῇ τελευτῇ, τῶν δʼ ἱερογλώσσων Κλυτιδᾶν γένος εὔχομαι εἶναι μάντις, ἀπʼ ἰσοθέων αἷμα Μελαμποδιδᾶν. Μελάμποδος γὰρ ἦν τοῦ Ἀμυθάονος Μάντιος, τοῦ δὲ Ὀικλῆς, Κλυτίος δὲ Ἀλκμαίωνος τοῦ Ἀμφιαράου τοῦ Ὀϊκλέους· ἐγεγόνει δὲ τῷ Ἀλκμαίωνι ὁ Κλυτίος ἐκ τῆς Φηγέως θυγατρὸς καὶ ἐς τὴν Ἦλιν μετῴκησε, τοῖς ἀδελφοῖς εἶναι τῆς μητρὸς σύνοικος φεύγων, ἅτε τοῦ Ἀλκμαίωνος ἐπιστάμενος σφᾶς εἰργασμένους τὸν φόνον.
17.7 ἀνδριάντας δὲ ἀναμεμιγμένους οὐκ ἐπιφανέσιν ἄγαν ἀναθήμασιν Ἀλεξίνικόν τε Ἠλεῖον, τέχνην τοῦ Σικυωνίου Κανθάρου, πάλης ἐν παισὶν ἀνῃρημένον νίκην, καὶ τὸν Λεοντῖνον Γοργίαν ἰδεῖν ἔστιν· ἀναθεῖναι δὲ τὴν εἰκόνα ἐς Ὀλυμπίαν φησὶν Εὔμολπος ἀπόγονος τρίτος Δηικράτους συνοικήσαντος ἀδελφῇ τῇ Γοργίου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme