Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 7

11.4 ὁ μὲν δὴ τὰ ἐντεταλμένα ἐποίει, Ἀθηναίων δὲ ὁ δῆμος ἀνάγκῃ πλέον ἢ ἑκουσίως διαρπάζουσιν Ὠρωπὸν ὑπήκοόν σφισιν οὖσαν· πενίας γὰρ ἐς τὸ ἔσχατον Ἀθηναῖοι τηνικαῦτα ἧκον ἅτε ὑπὸ Μακεδόνων πολέμῳ πιεσθέντες μάλιστα Ἑλλήνων. καταφεύγουσιν οὖν ἐπὶ τὴν Ῥωμαίων βουλὴν οἱ Ὠρώπιοι· καὶ δόξαντες παθεῖν οὐ δίκαια, καὶ ἐπεστάλη Σικυωνίοις ὑπὸ τῆς βουλῆς ἐπιβάλλειν σφᾶς Ἀθηναίοις ἐς Ὠρωπίους ζημίαν κατὰ τῆς βλάβης ἧς ἦρξαν τὴν ἀξίαν.
11.5 Σικυώνιοι μὲν οὖν οὐκ ἀφικομένοις ἐς καιρὸν τῆς κρίσεως Ἀθηναίοις ζημίαν πεντακόσια τάλαντα ἐπιβάλλουσι, Ῥωμαίων δὲ ἡ βουλὴ δεηθεῖσιν Ἀθηναίοις ἀφίησι πλὴν ταλάντων ἑκατὸν τὴν ἄλλην ζημίαν· ἐξέτισαν δὲ οὐδὲ ταῦτα οἱ Ἀθηναῖοι, ἀλλὰ ὑποσχέσεσι καὶ δώροις ὑπελθόντες Ὠρωπίους ὑπάγονται σφᾶς ἐς ὁμολογίαν φρουράν τε Ἀθηναίων ἐσελθεῖν ἐς Ὠρωπὸν καὶ ὁμήρους λαβεῖν παρὰ Ὠρωπίων Ἀθηναίους· ἢν δὲ αὖθις ἐς Ἀθηναίους γένηται ἔγκλημα Ὠρωπίοις, τὴν φρουρὰν τότε ἀπάγειν παρʼ αὐτῶν Ἀθηναίους, ἀποδοῦναι δὲ καὶ ὀπίσω τοὺς ὁμήρους.
11.6 χρόνος τε δὴ οὐ πολὺς ὁ μεταξὺ ἤνυστο, καὶ τῶν φρουρῶν ἀδικοῦσιν ἄνδρες Ὠρωπίους. οἱ μὲν δὴ ἐς τὰς Ἀθήνας ἀπέστελλον ὁμήρους τε ἀπαιτήσοντας καὶ φρουράν σφισιν ἐξάγειν κατὰ τὰ συγκείμενα ἐροῦντας· Ἀθηναῖοι δὲ οὐδέτερα ἔφασαν ποιήσειν, ἀνθρώπων γὰρ τῶν ἐπὶ τῇ φρουρᾷ καὶ οὐ τοῦ Ἀθηναίων δήμου τὸ ἁμάρτημα εἶναι· τοὺς μέντοι αὐτὰ εἰργασμένους ἐπηγγέλλοντο ὑφέξειν δίκην.
11.7 οἱ δὲ Ὠρώπιοι καταφεύγοντες ἐπὶ Ἀχαιοὺς ἐδέοντο τιμωρῆσαί σφισιν· Ἀχαιοῖς δὲ ἤρεσκε μὴ τιμωρεῖν φιλίᾳ τε καὶ αἰδοῖ τῇ Ἀθηναίων. ἐνταῦθα οἱ Ὠρώπιοι Μεναλκίδᾳ, Λακεδαιμονίῳ μὲν γένος, στρατηγοῦντι δὲ ἐν τῷ τότε Ἀχαιῶν, ὑπισχνοῦνται δέκα ταλάντων δόσιν, ἤν σφισιν ἐπικουρεῖν Ἀχαιοὺς ἄγῃ· ὁ δὲ ἀπὸ τῶν χρημάτων μεταδώσειν Καλλικράτει τὸ ἥμισυ ὑπισχνεῖτο, ἰσχύοντι διὰ φιλίαν τὴν Ρωμαίων ἐν Ἀχαιοῖς μέγιστον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme