Book 7
12.8
καὶ οἱ μὲν ἀπελθόντες ὑπήγοντο ὑπὸ Σπαρτιατῶν ἐς δικαστήριον τῷ λόγῳ καὶ ἀποθανεῖν ἦσαν κατεγνωσμένοι· ἀπεστάλησαν δὲ καὶ ὑπὸ Ἀχαιῶν Καλλικράτης ἐς Ῥώμην καὶ Δίαιος τοῖς φεύγουσιν ἐκ Σπάρτης ἀντιδικήσοντες ἐπὶ τῆς βουλῆς. καὶ αὐτῶν ὁ μὲν κατὰ τὴν ὁδὸν Καλλικράτης τελευτᾷ νόσῳ, οὐδὲ οἶδα εἰ ἀφικόμενος ἐς Ῥώμην ὠφέλησεν ἄν τι Ἀχαιοὺς ἢ κακῶν σφισιν ἐγένετο μειζόνων ἀρχή· Δίαιος δὲ ἐς ἀντιλογίαν Μεναλκίδᾳ καταστὰς ἐπὶ τῆς βουλῆς πολλὰ μὲν εἶπε, τὰ δὲ ἤκουσεν οὐ σὺν κόσμῳ.
12.9
καί σφισιν ἀπεκρίνατο ἡ βουλὴ ἀποστέλλειν πρέσβεις, οἳ κρινοῦσιν ὅσα Λακεδαιμονίοις καὶ Ἀχαιοῖς διάφορα ἦν ἐς ἀλλήλους. καὶ τοῖς ἐκ Ῥώμης πρέσβεσι σχολαιτέρα πως ἐγίνετο ἡ ὁδός, ὥστε ἐξαπατᾶν ὑπῆρχεν ἐξ ἀρχῆς Διαίῳ τε Ἀχαιοὺς καὶ Μεναλκίδᾳ Λακεδαιμονίους· τοὺς μὲν δὴ παρῆγεν ὁ Δίαιος ὡς τὰ πάντα ἕπεσθαι Λακεδαιμόνιοί σφισιν ὑπὸ τῆς Ῥωμαίων βουλῆς εἰσιν ἐγνωσμένοι, Λακεδαιμονίους δὲ ὁ Μεναλκίδας ἠπάτα παντελῶς τοῦ συνεδρεύειν ἐς τὸ Ἀχαϊκὸν ὑπὸ Ῥωμαίων αὐτοὺς ἀπηλλάχθαι.
13.1
αὖθις οὖν ἐκ τῶν ἀντιλογιῶν Λακεδαιμονίοις ὥρμηντο Ἀχαιοὶ πολεμεῖν, καὶ στρατὸς ἐπὶ τὴν Σπάρτην ἠθροίζετο ὑπὸ Δαμοκρίτου στρατηγεῖν τηνικαῦτα Ἀχαιῶν ᾑρημένου. περὶ δὲ τὸν αὐτὸν χρόνον τοῦτον ἀφίκετο ἐς Μακεδονίαν στρατιά τε Ῥωμαίων καὶ ἡγεμὼν ἐπʼ αὐτῇ Μέτελλος, Ἀνδρίσκῳ τῷ Περσέως τοῦ Φιλίππου πολεμήσοντες ἀφεστηκότι ἀπὸ Ῥωμαίων. καὶ ὁ μὲν ἐν Μακεδονίᾳ πόλεμος ἔμελλεν ὡς ῥᾷστα κατὰ τὸ ἐπιτηδειότατον Ῥωμαίοις κριθήσεσθαι·
13.2
Μέτελλος δὲ ἄνδρας ὑπὸ τῆς Ῥωμαίων ἀπεσταλμένους βουλῆς ἐπὶ τὰ ἐν τῇ Ἀσίᾳ πράγματα ἐκέλευε, πρὶν ἢ ἐς τὴν Ἀσίαν διαβῆναι, τοῖς ἡγεμόσιν αὐτοὺς τοῖς Ἀχαιῶν ἐς λόγους ἐλθεῖν, ὅπλα μὲν ἐπὶ τὴν Σπάρτην μὴ ἐπιφέρειν σφίσιν ἀπαγορεύσοντας, τὴν δὲ ἐκ Ῥώμης παρουσίαν τῶν ἀνδρῶν προεροῦντας μένειν, οἳ κατὰ τοῦτο ἦσαν ἀπεσταλμένοι Λακεδαιμονίοις δικασταὶ καὶ Ἀχαιοῖς γενέσθαι.