Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 7

18.4 ᾠκίσθη δὲ καὶ τρίτη μεταξὺ Ἀνθείας καὶ Ἀρόης Μεσάτις πόλις. ὁπόσα δὲ οἱ Πατρεῖς περὶ Διονύσου λέγουσι, τραφῆναί τε αὐτὸν ἐν τῇ Μεσάτει καὶ ἐνταῦθα ἐπιβουλευθέντα ὑπὸ Τιτάνων ἐς παντοῖον ἀφικέσθαι κίνδυνον, οὐκ ἐναντιούμενος τοῖς Πατρεῦσιν τῆς Μεσάτεως τὸ ὄνομα αὐτοῖς σφισιν ἐξηγεῖσθαι παρίημι.
18.5 Ἀχαιῶν δὲ ὕστερον ἐκβαλόντων Ἴωνας, Πατρεὺς ὁ Πρευγένους τοῦ Ἀγήνορος ἐς μὲν Ἄνθειαν καὶ ἐς Μεσάτιν μὴ ἐνοικίζεσθαι τοῖς Ἀχαιοῖς ἀπεῖπε, περίβολον δὲ τείχους πρὸς τῇ Ἀρόῃ βαλόμενος μείζονα, ἵνα ἐντός οἱ τοῦ περιβόλου καὶ ἡ Ἀρόη γένηται, ὄνομα ἔθετο ἀφʼ ἑαυτοῦ Πάτρας τῇ πόλει. Ἀγήνωρ δὲ ὁ πατὴρ τοῦ Πρευγένους Ἀρέως παῖς ἦν τοῦ Ἄμπυκος, ὁ δὲ Ἄμπυξ Πελίου τοῦ Αἰγινήτου τοῦ Δηρείτου τοῦ Ἁρπάλου τοῦ Ἀμύκλα τοῦ Λακεδαίμονος.
18.6 Πατρεῖ μὲν τοιαῦτα ἐς τοὺς προγόνους ὑπάρχοντα ἦν· ἰδίᾳ δὲ ἀνὰ χρόνον Πατρεῖς διέβησαν ἐς Αἰτωλίαν Ἀχαιῶν μόνοι κατὰ φιλίαν τὴν Αἰτωλῶν, τὸν πόλεμόν σφισι τὸν πρὸς Γαλάτας συνδιοίσοντες. προσπταίσαντες δʼ ἐν ταῖς μάχαις λόγου μειζόνως καὶ ὑπὸ πενίας ἅμα οἱ πολλοὶ πιεζόμενοι Πάτρας μὲν πλὴν ὀλίγων τινῶν ἐκλείπουσιν· οἱ δὲ ἄλλοι κατὰ χώραν ὑπὸ φιλεργίας ἐσκεδάσθησαν καὶ πολίσματα παρὲξ αὐτὰς Πάτρας τοσάδε ἄλλα ᾤκησαν, Μεσάτιν καὶ Ἄνθειαν καὶ Βολίνην καὶ Ἀργυρᾶν τε καὶ Ἄρβαν.
18.7 Αὔγουστος δὲ ἢ τοῦ παράπλου νομίζων κεῖσθαι καλῶς τὰς Πάτρας ἢ κατʼ ἄλλην τινὰ αἰτίαν ἐπανήγαγεν αὖθις ἐκ τῶν πολισμάτων τῶν ἄλλων τοὺς ἄνδρας ἐς τὰς Πάτρας, προσσυνῴκισε δέ σφισι καὶ Ἀχαιοὺς τοὺς ἐκ Ῥυπῶν, καταβαλὼν ἐς ἔδαφος Ῥύπας· καὶ ἔδωκε μὲν ἐλευθέροις Ἀχαιῶν μόνοις τοῖς Πατρεῦσιν εἶναι, ἔδωκε δὲ καὶ ἐς τὰ ἄλλα γέρα σφίσιν, ὁπόσα τοῖς ἀποίκοις νέμειν οἱ Ῥωμαῖοι νομίζουσι.
18.8 Πατρεῦσι δὲ ἐν ἄκρᾳ τῇ πόλει Λαφρίας ἱερόν ἐστιν Ἀρτέμιδος· ξενικὸν μὲν τῇ θεῷ τὸ ὄνομα, ἐσηγμένον δὲ ἑτέρωθεν καὶ τὸ ἄγαλμα. Καλυδῶνος γὰρ καὶ Αἰτωλίας τῆς ἄλλης ὑπὸ Αὐγούστου βασιλέως ἐρημωθείσης διὰ τὸ τὴν ἐς τὴν Νικόπολιν τὴν ὑπὲρ τοῦ Ἀκτίου συνοικίζεσθαι καὶ τὸ Αἰτωλικόν, οὕτω τὸ ἄγαλμα τῆς Λαφρίας οἱ Πατρεῖς ἔσχον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme