Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 7

22.7 καὶ νεανίσκος ὀρθὸς οὐκ ἔχων πω γένειά ἐστι χιτῶνα ἐνδεδυκὼς καὶ χλαμύδα ἐπὶ τῷ χιτῶνι φοινικῆν· παρὰ δὲ αὐτὸν οἰκέτης ἀκόντια ἔχων ἐστὶ καὶ ἄγει κύνας ἐπιτηδείας θηρεύουσιν ἀνθρώποις. πυθέσθαι μὲν δὴ τὰ ὀνόματα αὐτῶν οὐκ εἴχομεν· ταφῆναι δὲ ἄνδρα καὶ γυναῖκα ἐν κοινῷ παρίστατο ἅπασιν εἰκάζειν.
22.8 Τριτείας δὲ οἰκιστὴν οἱ μὲν Κελβίδαν γενέσθαι λέγουσιν, ἀφικόμενον δὲ ἐκ Κύμης τῆς ἐν Ὀπικοῖς· οἱ δὲ ὡς Ἄρης συγγένοιτο Τριτείᾳ θυγατρὶ Τρίτωνος, ἱερᾶσθαι δὲ τῆς Ἀθηνᾶς τὴν παρθένον, Μελάνιππον δὲ παῖδα Ἄρεως καὶ Τριτείας οἰκίσαι τε ὡς ηὐξήθη τὴν πόλιν καὶ θέσθαι τὸ ὄνομα ἀπὸ τῆς μητρός.
22.9 ἐν Τριτείᾳ δὲ ἔστι μὲν ἱερὸν καλουμένων Μεγίστων θεῶν, ἀγάλματα δέ σφισι πηλοῦ πεποιημένα· τούτοις κατὰ ἔτος ἑορτὴν ἄγουσιν, οὐδέν τι ἀλλοίως ἢ καὶ τῷ Διονύσῳ δρῶσιν Ἕλληνες. ἔστι δὲ καὶ Ἀθηνᾶς ναός, τὸ δὲ ἄγαλμα λίθου τὸ ἐφʼ ἡμῶν· τὸ δὲ ἀρχαῖον ἐς Ῥώμην, καθὰ οἱ Τριταιεῖς λέγουσιν, ἐκομίσθη. θύειν δὲ οἱ ἐνταῦθα καὶ Ἄρει καὶ τῇ Τριτείᾳ νομίζουσιν.
22.10 αἵδε μὲν οὖν θαλάσσης τέ εἰσιν ἀπωτέρω πόλεις καὶ ἠπειρώτιδες βεβαίως· πλέοντι δὲ ἐς Αἴγιον ἐκ Πατρῶν ἄκρα πρῶτόν ἐστιν ὀνομαζομένη Ῥίον, σταδίους δὲ Πατρῶν πεντήκοντα ἀπέχουσα, λιμὴν δὲ ὁ Πάνορμος σταδίοις πέντε καὶ δέκα ἀπωτέρω τῆς ἄκρας. τοσούτους δὲ ἀφέστηκεν ἑτέρους ἀπὸ Πανόρμου τὸ Ἀθηνᾶς καλούμενον τεῖχος. ἐς δὲ λιμένα Ἐρινεὸν ἐξ Ἀθηνᾶς τείχους παράπλους ἐνενήκοντά εἰσι στάδιοι, ἑξήκοντα δὲ ἐς Αἴγιον ἀπὸ τοῦ Ἐρινεοῦ· ὁδὸς δὲ ἡ πεζὴ σταδίους τεσσαράκοντα μάλιστα ἐς τὸν ἀριθμὸν ἀποδεῖ τὸν εἰρημένον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme