Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 7

24.2 πρὸς θαλάσσῃ δὲ Ἀφροδίτης ἱερὸν ἐν Αἰγίῳ καὶ μετʼ αὐτὸ Ποσειδῶνος, Κόρης τε πεποίηται τῆς Δήμητρος καὶ τέταρτον Ὁμαγυρίῳ Διί. ἐνταῦθα Διὸς καὶ Ἀφροδίτης ἐστὶ καὶ Ἀθηνᾶς ἀγάλματα· Ὁμαγύριος δὲ ἐγένετο τῷ Διὶ ἐπίκλησις, ὅτι Ἀγαμέμνων ἤθροισεν ἐς τοῦτο τὸ χωρίον τοὺς λόγου μάλιστα ἐν τῇ Ἑλλάδι ἀξίους, μεθέξοντας ἐν κοινῷ βουλῆς καθʼ ὅντινα χρὴ τρόπον ἐπὶ ἀρχὴν τὴν Πριάμου στρατεύεσθαι. Ἀγαμέμνονι δὲ καὶ ἄλλα ἐστὶν ἐς ἔπαινον καὶ ὅτι τοῖς ἐξ ἀρχῆς ἀκολουθήσασι καὶ οὐδεμιᾶς ἐπελθούσης ὕστερον στρατιᾶς τήν τε Ἴλιον ἐπόρθησε καὶ ὅσαι περίοικοι πόλεις ἦσαν.
24.3 ἐφεξῆς δὲ τῷ Ὁμαγυρίῳ Διὶ Παναχαιᾶς ἐστι Δήμητρος. παρέχεται δὲ ὁ αἰγιαλός, ἐν ᾧ καὶ τὰ ἱερὰ Αἰγιεῦσίν ἐστι τὰ εἰρημένα, ὕδωρ ἄφθονον θεάσασθαί τε καὶ πιεῖν ἐκ πηγῆς ἡδύ. ἔστι δέ σφισι καὶ Σωτηρίας ἱερόν. ἰδεῖν μὲν δὴ τὸ ἄγαλμα οὐδενὶ πλὴν τῶν ἱερωμένων ἔστι, δρῶσι δὲ ἄλλα τοιαῦτα· λαμβάνοντες παρὰ τῆς θεοῦ πέμματα ἐπιχώρια ἀφιᾶσιν ἐς θάλασσαν, πέμπειν δὲ τῇ ἐν Συρακούσαις Ἀρεθούσῃ φασὶν αὐτά.
24.4 ἔστι δὲ καὶ ἄλλα Αἰγιεῦσιν ἀγάλματα χαλκοῦ πεποιημένα, Ζεύς τε ἡλικίαν παῖς καὶ Ἡρακλῆς, οὐδὲ οὗτος ἔχων πω γένεια, Ἀγελάδα τέχνη τοῦ Ἀργείου. τούτοις κατὰ ἔτος ἱερεῖς αἱρετοὶ γίνονται, καὶ ἑκάτερα τῶν ἀγαλμάτων ἐπὶ ταῖς οἰκίαις μένει τοῦ ἱερωμένου. τὰ δὲ ἔτι παλαιότερα προεκέκριτο ἐκ τῶν παίδων ἱερᾶσθαι τῷ Διὶ ὁ νικῶν κάλλει· ἀρχομένων δὲ αὐτῷ γενείων ἐς ἄλλον παῖδα ἡ ἐπὶ τῷ κάλλει μετῄει τιμή. ταῦτα μὲν οὕτως ἐνομίζετο· ἐς δὲ Αἴγιον καὶ ἐφʼ ἡμῶν ἔτι συνέδριον τὸ Ἀχαιῶν ἀθροίζεται, καθότι ἐς Θερμοπύλας τε καὶ ἐς Δελφοὺς οἱ Ἀμφικτύονες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme