Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 7

24.9 —τῆς δὲ κινήσεως αὐτῆς καθέστηκεν οὐχ εἷς τρόπος, ἀλλʼ οἱ φροντίσαντες τὰ τοιαῦτα ἐξ ἀρχῆς καὶ οἱ παρʼ ἐκείνων διδαχθέντες ἰδέας καταμαθεῖν ἐδυνήθησαν τοσάσδε ἐπὶ τοῖς σεισμοῖς. ἠπιώτατος μέν ἐστιν αὐτῶν, ἢν δὴ ἐν κακῷ γε τοσούτῳ ῥᾳστώνην ἐνεῖναί τινα ἡγησώμεθα, ἐπειδὰν ὁμοῦ τῇ κινήσει τῇ ἀρξαμένῃ τὸ πρῶτον καὶ τῇ ἐς τὸ ἔδαφος τροπῇ τῶν οἰκοδομημάτων ἀντιστᾶσα ἐναντία κίνησις ἐξεγείρῃ τὰ ἤδη τραπέντα, —καὶ ἐν τῇ τοιᾷδε ἰδέᾳ
24.10 τοῦ σεισμοῦ κίονας ὁρᾶν ἔστιν ἀνορθουμένους οἳ ὀλίγου ἐδέησαν ἐς ἅπαν ἐκριφῆναι, καὶ ὁπόσα διέστη τοίχων συνερχόμενα ἐς τὸ ἐξ ἀρχῆς· δοκοὶ δέ, ὅσας ἐκτὸς ὀλισθεῖν ἐποίησεν ἡ κίνησις, ἐπανίασιν αὖθις ἐς τὰς ἕδρας· ὡσαύτως δὲ καὶ ὀχετῶν κατασκευῆς καὶ εἰ δή τι ἄλλο ἐπὶ ὕδατος ῥοαῖς προάγει, καὶ τούτων συνδεῖ τὰ διεσπασμένα μᾶλλον ἢ ἀνθρώπων τεκτόνων· —ὁ δὲ δὴ δεύτερος τῶν σεισμῶν ἀπώλειάν τε τῶν ἑτοιμοτέρων φέρει καί, ἐφʼ ὅ τι ἂν βάλῃ τὴν ὁρμήν, ἀνέκλινεν αὐτίκα τοῖς ἐς πολιορκίαν μηχανήμασιν ὁμοίως.
24.11 τὸν δὲ αὐτῶν ὀλεθριώτατον τοιῷδέ τινι ἐθέλουσιν εἰκάζειν, τὸ ἐντὸς τοῦ ἀνθρώπου πνεῦμα εἰ συνεχεῖ πυρετῷ πυκνότερόν τε καὶ ὑπὸ πολλῆς ἄνω τῆς βίας ὠθοῖτο· τοῦτο δὲ ἀλλαχοῦ τε τοῦ σώματος ἐπισημαίνει καὶ ἐν ταῖς χερσὶν ὑπὸ ἑκάτερον μάλιστα τὸν καρπόν. κατὰ ταὐτὰ οὖν καὶ τὸν σεισμὸν εἴτʼ εὐθὺ ὑποδύεσθαι τῶν οἰκοδομημάτων καὶ θεμέλια ἀναπάλλειν φασὶν αὐτόν, καθότι καὶ τὰ ἔργα τῶν σφαλάκων ἐκ μυχοῦ τῆς γῆς ἀναπέμπεται· μόνη τε ἡ τοιαύτη κίνησις οὐδὲ τοῦ οἰκισθῆναί ποτε ὑπολείπει σημεῖα ἐν τῇ γῇ.
24.12 τότε δὲ ἰδέαν μὲν ταύτην ἐπὶ τῇ Ἑλίκῃ τοῦ σεισμοῦ τὴν ἐς τὸ ἔδαφος ἀνακινοῦσαν, σὺν δὲ αὐτῇ καὶ ἄλλο πῆμα τοιόνδε οἱ ἐπιγενέσθαι φασὶν ὥρᾳ χειμῶνος. ἐπῆλθε γάρ σφισιν ἐπὶ πολὺ τῆς χώρας ἡ θάλασσα καὶ τὴν Ἑλίκην περιέλαβεν ἐν κύκλῳ πᾶσαν· καὶ δὴ καὶ τὸ ἄλσος τοῦ Ποσειδῶνος ἐπὶ τοσοῦτον ἐπέσχεν ὁ κλύδων ὡς τὰ ἄκρα τῶν δένδρων σύνοπτα εἶναι μόνον. σείσαντος δὲ ἐξαίφνης τοῦ θεοῦ καὶ ὁμοῦ τῷ σεισμῷ τῆς θαλάσσης ἀναδραμούσης, καθείλκυσεν αὔτανδρον τὸ κῦμα τὴν Ἑλίκην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme