Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 8

13.5 κατὰ δὲ τὴν ὁδὸν ταύτην πρῶτον μὲν μνῆμά ἐστιν Ἀριστοκράτους, ὃς βίᾳ ποτὲ ᾔσχυνε τὴν ἱερωμένην τῇ Ὑμνίᾳ θεῷ παρθένον, μετὰ δὲ τοῦ Ἀριστοκράτους τὸν τάφον πηγαί τέ εἰσι καλούμεναι Τενεῖαι καὶ ἀπέχει τῶν πηγῶν στάδια ὡς ἑπτὰ Ἄμιλος χωρίον· πόλιν δὲ τὴν Ἄμιλόν ποτε εἶναι λέγουσι. κατὰ τοῦτο αὖθις τὸ χωρίον δίχα ἡ ὁδὸς τέμνεται, καὶ ἡ μὲν ἐπὶ Στύμφηλον, ἡ δὲ ἐς Φενεὸν αὐτῶν ἄγει.
13.6 κατὰ δὲ τὴν ἐς Φενεὸν ἐκδέξεταί σε ὄρος· ἐν δὲ τῷ ὄρει τούτῳ συνάπτουσιν Ὀρχομενίων καὶ Φενεατῶν τε καὶ Καφυατῶν ὅροι τῆς γῆς. ἀνατείνει δὲ ὑπὲρ τοὺς ὅρους κρημνὸς ὑψηλός· πέτραν Καφυατικὴν ὀνομάζουσι τὸν κρημνόν. μετὰ δὲ τοὺς ὅρους ταῖς κατειλεγμέναις πόλεσι φάραγξ τε ὑπόκειται καὶ φέρει διʼ αὐτῆς ἡ ἐς Φενεὸν ὁδός· κατὰ μέσην δέ που μάλιστα τὴν φάραγγα ὕδωρ ἄνεισιν ἐκ πηγῆς, καὶ ἐπὶ τῷ πέρατι τῆς φάραγγος Καρυαί ἐστι χωρίον.
14.1 Φενεατῶν δὲ τὸ πεδίον κεῖται μὲν ὑπὸ ταῖς Καρυαῖς, πλεονάσαντος δέ ποτε αὐτῷ τοῦ ὕδατος κατακλυσθῆναί φασι τὴν ἀρχαίαν Φενεόν, ὥστε καὶ ἐφʼ ἡμῶν σημεῖα ἐλείπετο ἐπὶ τῶν ὀρῶν ἐς ἃ ἐπαναβῆναι τὸ ὕδωρ λέγουσι. Καρυῶν δὲ στάδια πέντε ἀφέστηκεν ἥ τε Ὄρυξις καλουμένη καὶ ἕτερον ὄρος Σκίαθις· ὑφʼ ἑκατέρῳ δέ ἐστι τῷ ὄρει βάραθρον τὸ ὕδωρ καταδεχόμενον τὸ ἐκ τοῦ πεδίου.
14.2 τὰ δὲ βάραθρα οἱ Φενεᾶται ταῦτά φασιν εἶναι χειροποίητα, ποιῆσαι δὲ αὐτὰ Ἡρακλέα τηνικαῦτα ἐν Φενεῷ παρὰ Λαονόμῃ τῇ Ἀμφιτρύωνος μητρὶ οἰκοῦντα· γενέσθαι γὰρ Ἀμφιτρύωνα ἐκ Λαονόμης Ἀλκαίῳ τῆς Γούνεω, γυναικὸς Φενεάτιδος, καὶ οὐκ ἐκ τῆς Πέλοπος Λυσιδίκης. εἰ δὲ Ἡρακλῆς ἀληθεῖ λόγῳ παρὰ τοὺς Φενεάτας μετῴκησε, πείθοιτο ἄν τις διωχθέντα ἐκ Τίρυνθος ὑπὸ Εὐρυσθέως αὐτὸν οὐκ αὐτίκα ἐς Θήβας, πρότερον δὲ ἐς Φενεὸν ἀφικέσθαι.
14.3 διὰ μέσου δὲ ὤρυξεν Ἡρακλῆς τοῦ Φενεατῶν πεδίου ἔλυτρον, ῥεῦμα εἶναι τῷ ποταμῷ τῷ Ὀλβίῳ, ὅν τινα Ἀροάνιον Ἀρκάδων καλοῦσιν ἕτεροι καὶ οὐκ Ὄλβιον· μῆκος μὲν τοῦ ὀρύγματος στάδιοι πεντήκοντά εἰσι, βάθος δέ, ὅσον μὴ πεπτωκός ἐστιν αὐτοῦ, καὶ ἐς τριάκοντα καθήκει πόδας. οὐ μὴν ταύτῃ γε ἔτι κάτεισιν ὁ ποταμός, ἀλλὰ ἐς τὸ ῥεῦμα ἀπεχώρησεν αὖθις τὸ ἀρχαῖον, καταλιπὼν ἔλυτρον τοῦ Ἡρακλέους τὸ ἔργον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme