Book 8
24.5
λέγεται δὲ ὡς Ἡρακλῆς κατὰ πρόσταγμα Εὐρυσθέως παρὰ τῷ Ἐρυμάνθῳ θηράσειεν ὗν μεγέθει καὶ ἀλκῇ τοὺς ἄλλους ὑπερηρκότα. Κυμαῖοι δὲ οἱ ἐν Ὀπικοῖς συὸς ὀδόντας ἀνακειμένους παρὰ σφίσιν ἐν Ἀπόλλωνος ἱερῷ λόγῳ μὲν λέγουσιν ὡς οἱ ὀδόντες ὑὸς εἶεν τοῦ Ἐρυμανθίου, τῷ λόγῳ δὲ αὐτῶν οὐδὲ ἐπʼ ὀλίγον μέτεστι τοῦ εἰκότος.
24.6
Ψωφιδίοις δὲ ἐν τῇ πόλει τοῦτο μὲν Ἀφροδίτης ἱερὸν Ἐρυκίνης ἐστὶν ἐπίκλησιν—ἧς ἐρείπια ἐφʼ ἡμῶν ἐλείπετο αὐτοῦ μόνα, ἐλέγοντο δὲ οἱ Ψωφῖδος αὐτὸ ἱδρύσασθαι παῖδες, καὶ ἐν τῷ λόγῳ τὸ εἰκὸς πρόσεστι· ἔστι γὰρ καὶ ἐν Σικελίᾳ τῆς Ἐρυκίνης ἱερὸν ἐν τῇ χώρᾳ τῇ Ἔρυκος, ἁγιώτατόν τε ἐκ παλαιοτάτου καὶ οὐκ ἀποδέον πλούτῳ τοῦ ἱεροῦ τοῦ ἐν Πάφῳ—
24.7
Προμάχου δὲ καὶ Ἐχέφρονος τῶν Ψωφῖδος οὐκ ἐπιφανῆ κατʼ ἐμὲ ἔτι ἦν τὰ ἡρῷα. τέθαπται δὲ καὶ Ἀλκμαίων ἐν Ψωφῖδι ὁ Ἀμφιαράου, καί οἱ τὸ μνῆμά ἐστιν οἴκημα οὔτε μεγέθει μέγα οὔτε ἄλλως κεκοσμημένον· περὶ δὲ αὐτὸ κυπάρισσοι πεφύκασιν ἐς τοσοῦτον ὕψος ἀνήκουσαι, ὥστε καὶ τὸ ὄρος τὸ πρὸς τῇ Ψωφῖδι κατεσκιάζετο ὑπʼ αὐτῶν. ταύτας οὐκ ἐθέλουσιν ἐκκόπτειν ἱερὰς τοῦ Ἀλκμαίωνος νομίζοντες· καλοῦνται δὲ ὑπὸ τῶν ἐπιχωρίων παρθένοι.
24.8
ὁ δὲ Ἀλκμαίων ἡνίκα τὴν μητέρα ἀποκτείνας ἔφυγεν ἐξ Ἄργους, τότε ἐς τὴν Ψωφῖδα ἐλθών, Φηγίαν ἔτι ἀπὸ τοῦ Φηγέως ὀνομαζομένην, συνῴκησεν Ἀλφεσιβοίᾳ τῇ Φηγέως θυγατρὶ καὶ αὐτῇ δῶρα ὡς τὸ εἰκὸς καὶ ἄλλα καὶ τὸν ὅρμον δίδωσιν. ὡς δὲ οἰκοῦντι αὐτῷ παρὰ τοῖς Ἀρκάσιν οὐδὲν ἐγίνετο ἡ νόσος ῥᾴων, κατέφυγεν ἐπὶ τὸ μαντεῖον τὸ ἐν Δελφοῖς, καὶ αὐτὸν ἡ Πυθία διδάσκει τὸν Ἐριφύλης ἀλάστορα ἐς ταύτην οἱ μόνην χώραν οὐ συνακολουθήσειν, ἥτις ἐστὶ νεωτάτη καὶ ἡ θάλασσα τοῦ μητρῴου μιάσματος ἀνέφηνεν ὕστερον αὐτήν.
24.9
καὶ ὁ μὲν ἐξευρὼν τοῦ Ἀχελῴου τὴν πρόσχωσιν ἐνταῦθα ᾤκησε, καὶ γυναῖκα ἔσχε Καλλιρόην τοῦ Ἀχελῴου θυγατέρα λόγῳ τῷ Ἀκαρνάνων, καί οἱ παῖδες Ἀκαρνάν τε καὶ Ἀμφότερος ἐγένοντο· ἀπὸ δὲ τοῦ Ἀκαρνᾶνος τοῖς ἐν τῇ ἠπείρῳ ταύτῃ τὸ ὄνομα τὸ νῦν γενέσθαι λέγουσι τὰ πρὸ τούτου Κούρησι καλουμένοις. ἐς ἐπιθυμίας δὲ ἀνοήτους πολλοὶ μὲν ἄνδρες, γυναῖκες δὲ ἔτι πλέον ἐξοκέλλουσιν.