Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 9

1.5 Θηβαῖοι δὲ ἀπέφαινον τήν τε εἰρήνην Λακεδαιμονίους εἶναι τοὺς πράξαντας καὶ ὕστερον παραβάντων ἐκείνων λελύσθαι καὶ ἅπασιν ἠξίουν τὰς σπονδάς. οὐκ ἀνύποπτα οὖν ἡγούμενοι οἱ Πλαταιεῖς τὰ ἐκ τῶν Θηβαίων διὰ φυλακῆς εἶχον ἰσχυρᾶς τὴν πόλιν· καὶ ἐς τοὺς ἀγρούς, ὁπόσοι ἀπωτέρω τοῦ ἄστεως ἦσαν, οὐδὲ ἐς τούτους ἀνὰ πᾶσαν ἤρχοντο τὴν ἡμέραν, ἀλλὰ— ἠπίσταντο γὰρ τοὺς Θηβαίους ὡς πανδημεὶ καὶ ἅμα ἐπὶ πλεῖστον εἰώθεσαν βουλεύεσθαι—παρεφύλασσον τὰς ἐκκλησίας αὐτῶν, καὶ ἐν τῷ τοσούτῳ καθʼ ἡσυχίαν ἐφεώρων τὰ ἑαυτῶν καὶ οἱ ἔσχατοι γεωργοῦντες.
1.6 Νεοκλῆς δὲ ὃς τότε βοιωταρχῶν ἔτυχεν ἐν Θήβαις—οὐ γὰρ αὐτὸν οἱ Πλαταιεῖς ἐλελήθεσαν ἐπὶ τῇ τέχνῃ— προεῖπε τῶν Θηβαίων ἕκαστόν τέ τινα ἰέναι πρὸς τὴν ἐκκλησίαν ὁμοῦ τοῖς ὅπλοις καὶ σφᾶς αὐτίκα οὐ τὴν εὐθεῖαν ἀπὸ τῶν Θηβῶν τὴν πεδιάδα, τὴν δὲ ἐπὶ Ὑσιῶν ἦγε πρὸς Ἐλευθερῶν τε καὶ τῆς Ἀττικῆς, ᾗ μηδὲ σκοπὸς ἐτέτακτο ὑπὸ τῶν Πλαταιέων· γενήσεσθαι δὲ περὶ τὰ τείχη περὶ μεσοῦσαν μάλιστα ἔμελλε τὴν ἡμέραν.
1.7 Πλαταιεῖς δὲ ἄγειν Θηβαίους ἐκκλησίαν νομίζοντες ἐς τοὺς ἀγροὺς ἀποκεκλειμένοι τῶν πυλῶν ἦσαν· πρὸς δὲ τοὺς ἐγκαταληφθέντας ἐποιήσαντο οἱ Θηβαῖοι σπονδάς, ἀπελθεῖν σφᾶς πρὸ ἡλίου δύντος ἄνδρας μὲν σὺν ἑνί, γυναῖκας δὲ δύο ἱμάτια ἑκάστην ἔχουσαν. συνέβη τε ἐναντία τοῖς Πλαταιεῦσιν ἐν τῷ τότε ἡ τύχη ἢ ὡς ὑπὸ Ἀρχιδάμου καὶ Λακεδαιμονίων τὸ πρότερον ἥλωσαν· Λακεδαιμόνιοι μέν γʼ αὐτοὺς ἐξεπολιόρκησαν ἀπείργοντες διπλῷ τείχει μὴ ἐξελθεῖν τοῦ ἄστεως, Θηβαῖοι δὲ ἐν τῷ τότε ἀφελόμενοι μὴ ἐσελθεῖν σφᾶς ἐς τὸ τεῖχος.
1.8 ἐγένετο δὲ ἡ ἅλωσις Πλαταίας ἡ δευτέρα μάχης μὲν τρίτῳ τῆς ἐν Λεύκτροις ἔτει πρότερον, Ἀστείου δὲ Ἀθήνῃσιν ἄρχοντος. καὶ ἡ μὲν πόλις ὑπὸ τῶν Θηβαίων καθῃρέθη πλὴν τὰ ἱερά, τοῖς δὲ Πλαταιεῦσιν ὁ τρόπος τῆς ἁλώσεως σωτηρίαν παρέσχεν ἐν ἴσῳ πᾶσιν· ἐκπεσόντας δὲ σφᾶς ἐδέξαντο αὖθις οἱ Ἀθηναῖοι. Φιλίππου δέ, ὡς ἐκράτησεν ἐν Χαιρωνείᾳ, φρουράν τε ἐσαγαγόντος ἐς Θήβας καὶ ἄλλα ἐπὶ καταλύσει τῶν Θηβαίων πράσσοντος, οὕτω καὶ οἱ Πλαταιεῖς ὑπʼ αὐτοῦ κατήχθησαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme