Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 9

25.4 κατὰ δὲ τὴν ὁδὸν τὴν ἀπὸ τῶν πυλῶν τῶν Νηιστῶν τὸ μὲν Θέμιδός ἐστιν ἱερὸν καὶ ἄγαλμα λευκοῦ λίθου, τὸ δὲ ἐφεξῆς Μοιρῶν, τὸ δὲ Ἀγοραίου Διός· οὗτος μὲν δὴ λίθου πεποίηται, ταῖς Μοίραις δὲ οὐκ ἔστιν ἀγάλματα. καὶ ἀπωτέρω μικρὸν Ἡρακλῆς ἕστηκεν ἐν ὑπαίθρῳ Ῥινοκολούστης ἐπωνυμίαν ἔχων, ὅτι τῶν κηρύκων, ὡς οἱ Θηβαῖοι λέγουσιν, ἀπέτεμεν ἐπὶ λώβῃ τὰς ῥῖνας, οἳ παρὰ Ὀρχομενίων ἀφίκοντο ἐπὶ τοῦ δασμοῦ τὴν ἀπαίτησιν.
25.5 σταδίους δὲ αὐτόθεν πέντε προελθόντι καὶ εἴκοσι Δήμητρος Καβειραίας καὶ Κόρης ἐστὶν ἄλσος· ἐσελθεῖν δὲ τοῖς τελεσθεῖσιν ἔστι. τούτου δὲ τοῦ ἄλσους ἑπτά που σταδίους τῶν Καβείρων τὸ ἱερὸν ἀφέστηκεν. οἵτινες δέ εἰσιν οἱ Κάβειροι καὶ ὁποῖά ἐστιν αὐτοῖς καὶ τῇ Μητρὶ τὰ δρώμενα, σιωπὴν ἄγοντι ὑπὲρ αὐτῶν συγγνώμη παρὰ ἀνδρῶν φιληκόων ἔστω μοι.
25.6 τοσοῦτο δὲ δηλῶσαί με καὶ ἐς ἅπαντας ἐκώλυσεν οὐδέν, ἥντινα λέγουσιν ἀρχὴν οἱ Θηβαῖοι γενέσθαι τοῖς δρωμένοις. πόλιν γάρ ποτε ἐν τούτῳ φασὶν εἶναι τῷ χωρίῳ καὶ ἄνδρας ὀνομαζομένους Καβείρους, Προμηθεῖ δὲ ἑνὶ τῶν Καβείρων καὶ Αἰτναίῳ τῷ Προμηθέως ἀφικομένην Δήμητρα ἐς γνῶσιν παρακαταθέσθαι σφίσιν· ἥτις μὲν δὴ ἦν ἡ παρακαταθήκη καὶ τὰ ἐς αὐτὴν γινόμενα, οὐκ ἐφαίνετο ὅσιόν μοι γράφειν, Δήμητρος δʼ οὖν Καβειραίοις δῶρόν ἐστιν ἡ τελετή.
25.7 κατὰ δὲ τὴν Ἐπιγόνων στρατείαν καὶ ἅλωσιν τῶν Θηβῶν ἀνέστησαν μὲν ὑπὸ τῶν Ἀργείων οἱ Καβειραῖοι, ἐξελείφθη δὲ ἐπὶ χρόνον τινὰ καὶ ἡ τελετή. Πελαργὴν δὲ ὕστερον τὴν Ποτνιέως καὶ Ἰσθμιάδην Πελαργῇ συνοικοῦντα καταστήσασθαι μὲν τὰ ὄργια αὐτοῦ λέγουσιν ἐξ ἀρχῆς, μετενεγκεῖν δὲ αὐτὰ ἐπὶ τὸν Ἀλεξιάρουν καλούμενον·
25.8 ὅτι δὲ τῶν ὅρων ἐκτὸς ἐμύησεν ἡ Πελαργὴ τῶν ἀρχαίων, Τηλώνδης καὶ ὅσοι γένους τοῦ Καβειριτῶν ἐλείποντο κατῆλθον αὖθις ἐς τὴν Καβειραίαν. Πελαργῇ μὲν δὴ κατὰ μάντευμα ἐκ Δωδώνης καὶ ἄλλα ἔμελλεν ἐς τιμὴν καταστήσασθαι καὶ ἡ θυσία, φέρον ἐν τῇ γαστρὶ ἱερεῖον· τὸ δὲ μήνιμα τὸ ἐκ τῶν Καβείρων ἀπαραίτητόν ἐστιν ἀνθρώποις, ὡς ἐπέδειξε δὴ πολλαχῇ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme