Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 9

33.4 ἔστι δὲ ἐν τῇ Ἁλιαρτίᾳ ποταμὸς Λόφις. λέγεται δὲ τῆς χώρας αὐχμηρᾶς οὔσης τὸ ἐξ ἀρχῆς καὶ ὕδατος οὐκ ὄντος ἐν αὐτῇ ἄνδρα τῶν δυναστευόντων ἐλθόντα ἐς Δελφοὺς ἐπερέσθαι τρόπον ὅντινα ὕδωρ εὑρήσουσιν ἐν τῇ γῇ· τὴν δὲ Πυθίαν προστάσσειν, ὃς ἂν ἐπανήκοντι ἐς Ἁλίαρτον ἐντύχῃ οἱ πρὸ τῶν ἄλλων, τούτου δεῖν φονέα γενέσθαι αὐτόν. ἐντυχεῖν τε δὴ αὐτῷ παραγενομένῳ τὸν υἱὸν Λόφιν καὶ τὸν οὐ μελλήσαντα τῷ ξίφει τὸν νεανίσκον παῖσαι· καὶ τὸν μὲν ἔτι ἔμπνουν περιθεῖν, ὅπου δὲ ῥυῆναι τὸ αἷμα, ὕδωρ ἐντεῦθεν ἀνεῖναι τὴν γῆν. ἐπὶ τούτῳ μὲν ὁ ποταμὸς καλεῖται Λόφις·
33.5 Ἀλαλκομεναὶ δὲ κώμη μέν ἐστιν οὐ μεγάλη, κεῖται δὲ ὄρους οὐκ ἄγαν ὑψηλοῦ πρὸς τοῖς ποσὶν ἐσχάτοις. γενέσθαι δὲ αὐτῇ τὸ ὄνομα οἱ μὲν ἀπὸ Ἀλαλκομενέως ἀνδρὸς αὐτόχθονος, ὑπὸ τούτου δὲ Ἀθηνᾶν τραφῆναι λέγουσιν· οἱ δὲ εἶναι καὶ τὴν Ἀλαλκομενίαν τῶν Ὠγύγου θυγατέρων φασίν. ἀπωτέρω δὲ τῆς κώμης ἐπεποίητο ἐν τῷ χθαμαλῷ τῆς Ἀθηνᾶς ναὸς καὶ ἄγαλμα ἀρχαῖον ἐλέφαντος.
33.6 Σύλλα δὲ ἔστι μὲν καὶ τὰ ἐς Ἀθηναίους ἀνήμερα καὶ ἤθους ἀλλότρια τοῦ Ῥωμαίων, ἐοικότα δὲ τούτοις καὶ τὰ ἐς Θηβαίους τε καὶ Ὀρχομενίους· προσεξειργάσατο δὲ καὶ ἐν ταῖς Ἀλαλκομεναῖς, τῆς Ἀθηνᾶς τὸ ἄγαλμα αὐτὸ συλήσας. τοῦτον μὲν τοιαῦτα ἔς τε Ἑλληνίδας πόλεις καὶ θεοὺς τοὺς Ἑλλήνων ἐκμανέντα ἐπέλαβεν ἀχαριστοτάτη νόσος πασῶν· φθειρῶν γὰρ ἤνθησεν, ἥ τε πρότερον εὐτυχία δοκοῦσα ἐς τοιοῦτο περιῆλθεν αὐτῷ τέλος. τὸ δὲ ἱερὸν τὸ ἐν ταῖς Ἀλαλκομεναῖς ἠμελήθη τὸ ἀπὸ τοῦδε ἅτε ἠρημωμένον τῆς θεοῦ.
33.7 ἐγένετο δὲ καὶ ἄλλο ἐπʼ ἐμοῦ τοιόνδε ἐς κατάλυσιν τοῦ ναοῦ· κισσός οἱ προσπεφυκὼς μέγας καὶ ἰσχυρὸς διέλυσεν ἐκ τῶν ἁρμονιῶν καὶ διέσπα τοὺς λίθους ἀπʼ ἀλλήλων. ῥεῖ δὲ καὶ ποταμὸς ἐνταῦθα οὐ μέγας χείμαρρος· ὀνομάζουσι δὲ Τρίτωνα αὐτόν, ὅτι τὴν Ἀθηνᾶν τραφῆναι παρὰ ποταμῷ Τρίτωνι ἔχει λόγος, ὡς δὴ τοῦτον τὸν Τρίτωνα ὄντα καὶ οὐχὶ τὸν Λιβύων, ὃς ἐς τὴν πρὸς Λιβύῃ θάλασσαν ἐκδίδωσιν ἐκ τῆς Τριτωνίδος λίμνης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme